Ancient Greek · ~7 min
26.1 to 26.9
Procopius, Ἀπόκρυφη Ἱστορία 26.1-9
Not analysed yet
Ὅντινα δὲ τρόπον τῶν πόλεων τοὺς κόσμους καὶ τὰ ἐγκαλλωπίσματα πάντα ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ καθελεῖν ἴσχυσεν αὐτίκα ἐροῦμεν. πρῶτα μὲν καταλύειν τὸ τῶν ῥητόρων ἀξίωμα ἔγνω. τά τε γὰρ ἔπαθλα αὐτοὺς ἀφείλετο εὐθὺς ἅπαντα, οἷσπερ τρυφᾶν τε τὰ πρότερα καὶ ἐγκαλλωπίζεσθαι τῆς συνηγορίας ἀφειμένοι εἰώθασι, καὶ διωμότους συνίστασθαι τοὺς διαφερομένους ἐκέλευσε, καὶ ἀπ’ αὐτοῦ περιυβρισμένοι ἐν πολλῇ ἀθυμίᾳ ἐγένοντο. ἐπεὶ δὲ τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς καὶ τῶν ἄλλων εὐδαιμόνων δοκούντων εἶναι ἔν τε Βυζαντίῳ καὶ πάσῃ τῇ Ῥωμαίων ἀρχῇ πάσας, ὥσπερ ἐρρήθη, τὰς οὐσίας ἀφείλετο, ἀργεῖν τὸ λοιπὸν τῷ ἐπιτηδεύματι τούτῳ ἐλέλειπτο. οὐ γὰρ εἶχον ἄνθρωποι λόγου ὁτουοῦν οὐδὲν ἄξιον, οὗπερ ἂν καὶ ἀμφισβητοῖεν ἀλλήλοις. αὐτίκα τοίνυν ἐκ πολλῶν μὲν ὀλίγοι, ἐξ ἐνδόξων δὲ λίαν κομιδῆ ἄδοξοι πανταχόθι γεγονότες τῆς γῆς πενίᾳ μὲν, ὡς τὸ εἰκὸς, πολλῇ εἴχοντο, μόνην δὲ ὕβριν τὴν ἀπὸ τοῦ ἔργου φερόμενοι ἀπηλλάσσοντο. Ἀλλὰ καὶ τοὺς ἰατρούς τε καὶ διδασκάλους τῶν ἐλευθερίων τῶν ἀναγκαίων ἀπορεῖσθαι πεποίηκε. τάς τε γὰρ σιτήσεις, ἃς οἱ πρότερον βεβασιλευκότες ἐκ τοῦ δημοσίου χορηγεῖσθαι τούτοις δὴ τοῖς ἐπιτηδεύμασιν ἔταξαν, ταύτας δὴ οὗτος ἀφείλετο πάσας. καὶ μὴν καὶ ὅσους οἱ τὰς πόλεις οἰκοῦντες ἁπάσας πολιτικῶν σφίσιν ἢ θεωρητικῶν οἴκοθεν πεποίηνται πόρους, καὶ τούτους μεταγαγὼν φόροις ἀναμῖξαι τοῖς δημοσίοις ἐτόλμησε. καὶ οὔτε ἰατρῶν τις ἢ διδασκάλων τὸ λοιπὸν ἐγίνετο λόγος οὔτε δημοσίας τις ἔτι οἰκοδομίας προνοεῖν ἴσχυσεν οὔτε λύχνα ταῖς πόλεσιν ἐν δημοσίῳ ἐκάετο οὔτε τις ἦν ἄλλη παραψυχὴ τοῖς ταύτας οἰκοῦσι. τά τε γὰρ θέατρα καὶ ἱππόδρομοι καὶ κυνηγέσια ἐκ τοῦ ἐπὶ πλεῖστον ἅπαντα ἤργει, οὗ δή οἱ τὴν γυναῖκα τετέχθαι τε καὶ τεθράφθαι καὶ πεπαιδεῦσθαι ξυνέβαινεν. ὕστερον δὲ ταῦτα δὴ ἀργεῖν ἐν Βυζαντίῳ ἐκέλευσε τὰ θεάματα, τοῦ μὴ τὰ εἰωθότα χορηγεῖν τὸ δημόσιον πολλοῖς τε καὶ σχεδόν τι ἀναρίθμοις οὖσιν,