Ancient Greek · ~2 min
Chapter 25
Procopius, Ἀπόκρυφη Ἱστορία 25.3
Not analysed yet
ἐν μὲν οὖν τῷ Ἑλλησπόντου πορθμῷ τελωνεῖον μὲν ἐν δημοσίῳ ὡς ἥκιστα ἦν, ἄρχων δέ τις ἐκ βασιλέως στελλόμενος ἐν Ἀβύδῳ καθῆστο, διερευνώμενος μὲν, ἢν ναῦς ὅπλα φέρουσα ἐς Βυζάντιον οὐ βασιλέως ἴοι γνώμῃ, καὶ ἤν τις ἐκ Βυζαντίου ἀνάγοιτο οὐ φερόμενος γράμματα τῶν ἀνδρῶν καὶ σημεῖα οἷς ἐπίκειται ἡ τιμὴ αὕτη ʽοὐ γὰρ θέμις τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι οὐκ ἀφειμένον πρὸς τῶν ἀνδρῶν, οἳ τῇ τοῦ μαγίστρου καλουμένου ἀρχῇ ὑπουργοῦσἰ πραττόμενος δὲ τοὺς τῶν πλοίων κυρίους τέλος οὐδενὶ αἴσθησιν παρεχόμενον ἀλλ’ ὥσπερ τινὰ μισθὸν ὁ ταύτην δὴ τὴν ἀρχὴν ἔχων τοῦ ἔργου τούτου λαμβάνειν ἠξίου·