Ancient Greek · ~2 min
Chapter 27
Procopius, Ἀπόκρυφη Ἱστορία 27.2
Not analysed yet
ὀλίγα δέ μοι ἄττα ἐκ πάντων ἀπολεξαμένῳ εἰπεῖν ἀποχρήσει, δι’ ὧν αὐτοῦ ἔνδηλον καὶ τοῖς ὄπισθεν γενησομένοις τὸ ἦθος ἅπαν διαφανῶς ἔσται, ὡς εἴρων τε ἦν καὶ οὔτε θεοῦ οὔτε ἱερέων οὔτε νόμων αὐτῷ ἔμελεν, οὔτε δήμου κατεσπουδασμένου αὐτῷ δοκοῦντος εἶναι, οὐ μὴν οὔτε τινὸς τὸ παράπαν αἰδοῦς ἢ τοῦ τῆς πολιτείας ξυμφόρου ἢ ὅτου τι προὔργου ἐς αὐτὴν γένοιτο, ἢ ὅπως σκήψεώς τινος τὰ πρασσόμενα τυχεῖν δύναιτο, οὔτε ἄλλο τι αὐτὸν ἐσῄει, ὅτι μὴ μόνη ἀφαίρεσις τῶν ἐν πάσῃ γῇ κειμένων χρημάτων. ἄρξομαι δὲ ἐνθένδε.