Ancient Greek · ~7 min
27.3 to 27.15
Procopius, Ἀπόκρυφη Ἱστορία 27.3-15
Not analysed yet
Ἀρχιερέα κατεστήσατο Ἀλεξανδρεῦσιν αὐτὸς Παῦλον ὄνομα. ἐτύγχανε δὲ Ῥόδων τις, Φοῖνιξ γένος, ἔχων τηνικάδε τὴν Ἀλεξανδρείας ἀρχήν. ᾧ δὴ ἐπέστελλεν ἐς ἅπαντα Παύλῳ ὑπηρετεῖν προθυμίᾳ τῇ πάσῃ, ὅπως δὴ ἀτελεύτητον μένοι τῶν πρὸς αὐτοῦ ἐπαγγελλομένων μηδέν. ταύτῃ γὰρ τῶν Ἀλεξανδρέων τοὺς αἱρετικοὺς ἑταιρίζεσθαι αὐτὸν ἐς τὴν ἐν Καλχηδόνι σύνοδον ᾤετο δυνατὸν ἔσεσθαι. ἦν δέ τις Ἀρσένιος, Παλαιστῖνος γένος, ὅσπερ Θεοδώρᾳ τῇ βασιλίδι ἐν τοῖς μάλιστα ἀναγκαιοτάτοις ἐπιτήδειος γεγονὼς, καὶ ἀπ’ αὐτοῦ δύναμίν τε πολλὴν μεγάλα τε περιβαλλόμενος χρήματα ἐς βουλῆς ἀξίωμα ἦλθε, καίπερ μιαρώτατος ὤν. οὗτος Σαμαρείτης μὲν ἦν, τοῦ δὲ μὴ τὴν ὑπάρχουσαν προέσθαι δύναμιν ὀνόματος ἀντιλαβέσθαι τοῦ Χριστιανῶν ἔγνω. ὁ μέντοι πατήρ τε καὶ ἀδελφὸς τῇ τούτου δυνάμει θαρσοῦντες διαγεγόνασι μὲν ἐν Σκυθοπόλει, περιστέλλοντες τὴν πάτριον δόξαν, γνώμῃ δὲ αὐτοῦ ἀνήκεστα τοὺς Χριστιανοὺς εἰργάζοντο πάντας. διὸ δὴ οἱ πολῖται σφίσιν ἐπαναστάντες ἄμφω ἔκτειναν θανάτῳ οἰκτίστῳ, κακά τε πολλὰ ξυνηνέχθη Παλαιστίνοις ἐνθένδε γενέσθαι. τότε μὲν οὖν αὐτὸν οὔτε Ἰουστινιανὸς οὔτε βασιλὶς κακόν τι ἔδρασαν, καίπερ αἰτιώτατον γεγονότα δυσκόλων ἁπάντων, ἀπεῖπον δὲ αὐτῷ ἐς Παλάτιον μηκέτι ἰέναι· ἐνδελεχέστατα γὰρ τούτου δὴ ἕνεκα πρὸς τῶν Χριστιανῶν ἠνωχλοῦντο. οὗτος Ἀρσένιος βασιλεῖ χαριεῖσθαι οἰόμενος οὐ πολλῷ ὕστερον ξὺν τῷ Παύλῳ ἐς τὴν Ἀλεξάνδρειαν στέλλεται, ὡς δὴ τά τε ἄλλα ὑπηρετήσων καὶ τὴν ἐς τοὺς Ἀλεξανδρεῖς πειθὼ ξυγκατεργασόμενος αὐτῷ δυνάμει τῇ πάσῃ. ἰσχυρίζετο γὰρ ὑπὸ τὸν χρόνον τοῦτον, ἡνίκα οἱ τοῦ Παλατίου ἀποκεκλεῖσθαι ξυνέπεσε, τῶν ἐν Χριστιανοῖς οὐκ ἀμελέτητος γεγονέναι δογμάτων ἁπάντων. ὅπερ τὴν Θεοδώραν ἠνίασε· τὴν ἐναντίαν γὰρ ἐσκήπτετο τῷ βασιλεῖ ἐς τοῦτο ἰέναι, ὥς μοι ἐν τοῖς ἔμπροσθεν λόγοις εἴρηται. ἐπεὶ οὖν ἐν Ἀλεξανδρεῦσιν ἐγένοντο, διάκονόν τινα Ψόην ὄνομα Ῥόδωνι Παῦλος παρέδωκε τεθνηξόμενον, φάσκων δὴ αὐτὸν μόνον οἱ αὐτῷ ἐμποδὼν ἵστασθαι τοῦ μὴ τὰ βασιλεῖ δεδογμένα ὑποτελέσαι. τοῖς δὲ βασιλέως γράμμασι Ῥόδων ἠγμένος, συχνοῖς τε οὖσι καὶ λίαν σπουδαίοις, αἰκίζεσθαι τὸν ἄνθρωπον ἔγνω. καὶ ὃς ὑπὸ τῆς βασάνου κατατεινόμενος αὐτίκα θνήσκει.