Ancient Greek · ~3 min
28.1 to 28.5
Procopius, Ἀπόκρυφη Ἱστορία 28.1-5
Not analysed yet
Πρίσκος τις ἐν τῇ Ἐμεσηνῶν ἐγένετο πόλει, ὅσπερ ἀλλότρια γράμματα μιμεῖσθαι εὐφυῶς ἐξηπίστατο, τεχνίτης τε ἦν περὶ τὸ κακὸν τοῦτο δεξιὸς ἄγαν. ἐτύγχανε δὲ ἡ τῶν Ἐμεσηνῶν ἐκκλησία τῶν τινος ἐπιφανῶν κληρονόμος γεγενημένη χρόνοις τισὶ πολλοῖς ἔμπροσθεν. ἦν δὲ οὗτος ἀνὴρ πατρίκιος μὲν τὸ ἀξίωμα, Μαμμιανὸς δὲ ὄνομα, γένει λαμπρὸς καὶ περιουσίᾳ χρημάτων. ἐπὶ δὲ Ἰουστινιανοῦ βασιλεύοντος ὁ Πρίσκος διερευνησάμενος πόλεως τῆς εἰρημένης τὰς οἰκίας πάσας, εἴ τινας εὗρέ τε πλούτῳ ἀκμάζοντας καὶ πρὸς ζημίαν χρημάτων μεγάλων διαρκῶς ἔχοντας, τούτων διερευνησάμενος ἐς τὸ ἀκριβὲς τοὺς προπάτορας, γράμμασιν αὐτῶν παλαιοῖς ἐντυχὼν, βιβλίδια πολλὰ ὡς παρ’ ἐκείνων γεγραμμένα πεποίηται, ὁμολογούντων πολλὰ χρήματα τῷ Μαμμιανῷ ἀποδώσειν ἅτε παρακαταθήκης λόγῳ ταῦτα πρὸς ἐκείνου κεκομισμένων. τό τε ὡμολογημένον ἐν τούτοις δὴ τοῖς καταπλάστοις γραμματείοις χρυσίον ξυνῄει οὐχ ἧσσον ἢ ἐς ἑκατὸν κεντηνάρια.