Ancient Greek · ~2 min
27.31 to 27.33
Procopius, Ἀπόκρυφη Ἱστορία 27.31-33
Not analysed yet
Φαυστῖνος δὲ αὖθις τὸ πρότερον ἀξίωμα ἔχων, βασιλεῖ τε ὡμίλει ἐπίτροπός τε καταστὰς τῶν ἐν Παλαιστίνῃ τε καὶ Φοινίκῃ βασιλικῶν χωρίων ἀδεέστερον ἅπαντα κατειργάζετο ὅσα οἱ αὐτῷ βουλομένῳ εἴη. ὅντινα μὲν οὖν Ἰουστινιανὸς τρόπον τὰ Χριστιανῶν δικαιώματα περιστέλλειν ἠξίου, καίπερ οὐ πολλῶν εἰρημένων ἡμῖν, ἀλλ’ ἐκ τῶνδε βραχέων ὄντων τεκμηριοῦν ἔστιν. ὅπως δὲ καὶ τοὺς νόμους οὐδεμιᾷ ὀκνήσει κατέσειε χρημάτων κειμένων βραχυτάτῳ δηλωθήσεται λόγῳ.