Ancient Greek · ~2 min
28.17 to 28.19
Procopius, Ἀπόκρυφη Ἱστορία 28.17-19
Not analysed yet
ἢν γάρ ποτε αὐτοῖς ἐπανιὼν ὁ χρόνος τὴν Πασχαλίαν ἑορτὴν πρὸ τῶν Χριστιανῶν ἀγαγὼν τύχοι, οὐκ εἴα ταύτην τοὺς Ἰουδαίους καιροῖς τοῖς καθήκουσιν ἄγειν, οὐδέ τι ἐν ταύτῃ δεξιοῦσθαι τῷ θεῷ ἢ ἐπιτελεῖν τῶν ἐν σφίσιν αὐτοῖς νομίμων. πολλούς τε αὐτῶν οἱ ἐπὶ τῶν ἀρχῶν τεταγμένοι ἅτε προβατείων κρεῶν ἐν τούτῳ γευσαμένους τῷ χρόνῳ, τῆς ἐς τὴν πολιτείαν παρανομίας ὑπάγοντες χρήμασιν ἐζημίουν πολλοῖς. ἔργα μὲν οὖν καὶ ἄλλα τοιαῦτα Ἰουστινιανοῦ ἀνάριθμα ἐξεπιστάμενος οὐκ ἄν τι ἐνθείην, ἐπεὶ πέρας δοτέον τῷ λόγῳ. ἀποχρήσει γὰρ καὶ δι’ αὐτῶν τὸ τοῦ ἀνθρώπου ἦθος σημῆναι.