Ancient Greek · ~7 min
28.7 to 28.16
Procopius, Ἀπόκρυφη Ἱστορία 28.7-16
Not analysed yet
ἐπεὶ δὲ ὁ νόμος ἐμποδὼν ἵστατο, τὰς μὲν ἄλλας δίκας ἁπάσας ἐς τριακοντοῦτιν παραγραφὴν ἄγων, ὀλίγας δὲ ἄττας καὶ τὰς ὑποθηκαρίας καλουμένας τεσσαράκοντα ἐνιαυτῶν μήκει ἐκκρούων, μηχανῶνται τοιάδε. ἐς Βυζάντιον ἀφικόμενοι καὶ χρήματα μεγάλα τῷ βασιλεῖ τούτῳ προέμενοι ἐδέοντο σφίσι τὸν τῶν πολιτῶν ὄλεθρον οὐδὲν ὠφληκότων ξυγκατεργάζεσθαι. ὁ δὲ τὰ χρήματα κεκομισμένος μελλήσει οὐδεμιᾷ νόμον ἔγραψεν, οὐ χρόνοις τὰς ἐκκλησίας τοῖς καθήκουσιν, ἀλλ’ ἐνιαυτῶν ἑκατὸν πλήθει δικῶν τῶν αὐταῖς προσηκουσῶν ἀποκεκλεῖσθαι, καὶ ταῦτα οὐκ ἐν Ἐμέσῃ μόνον κύρια εἶναι, ἀλλὰ καὶ ἀνὰ πᾶσαν τὴν Ῥωμαίων ἀρχήν. Ἐμεσηνοῖς τε τὸ πρᾶγμα τοῦτο διαιτᾶν ἔταξε Λογγῖνόν τινα δραστήριόν τε ἄνδρα καὶ τὸ σῶμα ἰσχυρὸν ἄγαν, ὃς καὶ τὴν τοῦ δήμου ἀρχὴν ἐν Βυζαντίῳ ὕστερον ἔσχεν. οἱ δὲ τῆς ἐκκλησίας τὰ πράγματα διοικούμενοι τὰ μὲν πρῶτα τῶν τινι πολιτῶν δίκην κεντηναρίοιν ἐκ βιβλίων τῶν εἰρημένων λαχόντες δυοῖν, κατεδικάσαντο τοῦ ἀνθρώπου εὐθὺς, ὅ τι καὶ ἀπολογήσαιτο οὐδαμῆ ἔχοντος διά τε χρόνου τοσόνδε μῆκος καὶ ἄγνοιαν τῶν τότε πεπραγμένων. ἐν πένθει δὲ μεγάλῳ ἐκάθηντο οἵ τε ἄλλοι ξύμπαντες ἄνθρωποι ὁμῶς τοῖς συκοφάνταις ἐκκείμενοι καὶ πάντων μάλιστα οἱ τῶν Ἐμεσηνῶν λογιμώτατοι. τοῦ δὲ κακοῦ ἐς τοὺς πλείστους ἤδη τῶν πολιτῶν ἐπιρρέοντος προμήθειάν τινα τοῦ θεοῦ ξυνηνέχθη γενέσθαι τοιάνδε. Πρίσκον ὁ Λογγῖνος τὸν τοῦτο δὴ τὸ σκαιώρημα ἐργασάμενον ἅπαντα ὁμοῦ κομίζειν οἱ τὰ γράμματα ἐκέλευσεν, ἀναδυόμενόν τε τὴν πρᾶξιν ἐρράπισε δυνάμει τῇ πάσῃ. ὁ δὲ ἀνδρὸς ἰσχυροῦ λίαν τὴν πληγὴν οὐδαμῆ ἐνεγκὼν ἔπεσεν ὕπτιος, τρέμων δὲ ἤδη καὶ περιδεὴς γεγονὼς, ὅλως τε Λογγῖνον ᾐσθῆσθαι τὰ πεπραγμένα ὑπονοῶν ὡμολόγει, οὕτω τε τῆς σκαιωρίας ἁπάσης ἐς φῶς ἐνεχθείσης τὴν συκοφαντίαν πεπαῦσθαι ξυνέβη. Ταῦτα δὲ οὐ μόνον ἐς τοὺς νόμους ἀεὶ καὶ καθ̓ ἑκάστην εἰργάζετο τοὺς Ῥωμαίων, ἀλλὰ καὶ οὓς Ἑβραῖοι τιμῶσι καταλύειν ὅδε βασιλεὺς ἐν σπουδῇ εἶχεν.