Ancient Greek · ~4 min
29.12 to 29.18
Procopius, Ἀπόκρυφη Ἱστορία 29.12-18
Not analysed yet
Οὕτω μὲν οὖν Ἰουστινιανὸς ἀληθίζεσθαί τε ἠπίστατο καὶ εὐθύγλωσσος ἦν. ἐγὼ δὲ πάρεργόν τι τοῦδε τοῦ λόγου εἰπεῖν οὐκ ἄπο τοῦ καιροῦ οἴομαι εἶναι. ὁ μὲν γὰρ Εὐδαίμων οὗτος ἐτελεύτησεν οὐ πολλῷ ὕστερον, ξυγγενῶν μέν οἱ ἀπολελειμμένων πολλῶν, οὔτε διαθήκην τινὰ διαθέμενος οὔτε τι ἄλλο τὸ παράπαν εἰπών. ὑπὸ χρόνον τε τὸν αὐτὸν καί τις ἄρχων γεγονὼς τῶν ἐν Παλατίῳ εὐνούχων ὄνομα Εὐφρατᾶς ἀπελύθη τοῦ βίου, ἀδελφιδοῦν μὲν ἀπολιπὼν, οὐδὲν δὲ ἐπὶ τῇ οὐσίᾳ διαθέμενος τῇ αὑτοῦ πολλῇ ἐς ἄγαν οὔσῃ. ἄμφω δὲ βασιλεὺς τὰς οὐσίας ἀφείλετο, κληρονόμος γεγενημένος αὐτόματος καὶ οὐδὲ τριώβολόν τινι τῶν νομίμων κληρονόμων προέμενος. τοσαύτῃ αἰδοῖ ἔς τε τοὺς νόμους καὶ τῶν ἐπιτηδείων τοὺς ξυγγενεῖς ὁ βασιλεὺς οὗτος ἐχρῆτο. οὕτως καὶ τὰ Εἰρηναίου πολλῷ ἔμπροσθεν τελευτήσαντος δικαίωμα οὐδ’ ὁτιοῦν ἐπ’ αὐτοῖς ἔχων ἀφείλετο. Τούτων δὲ τὸ ἐχόμενον ὑπὸ χρόνον τε τὸν αὐτὸν γεγονὸς οὐκ ἂν σιωπῴην. Ἀνατόλιός τις ἦν ἐν Ἀσκαλωνιτῶν τῷ λευκώματι τὰ πρωτεῖα ἔχων. τούτου τὴν παῖδα γαμετὴν γυναῖκα τῶν τις Καισαρέων πεποίηται, Μαμιλιανὸς ὄνομα, οἰκίας ἐπιφανοῦς ἄγαν. ἦν δὲ ἡ κόρη ἐπίκληρος, ἐπεὶ μόνης αὐτῆς Ἀνατόλιος ἐγεγόνει πατήρ.