Ancient Greek · ~2 min
Chapter 29
Procopius, Ἀπόκρυφη Ἱστορία 29.19
Not analysed yet
νόμῳ δὲ ἄνωθεν διωρισμένον, ἐπειδὰν βουλευτὴς τῶν τινος πόλεων οὐκ ἀπολελειμμένων οἱ παίδων γόνου ἄρρενος ἐξ ἀνθρώπων ἀφανισθείη, τῶν ἀπολελειμμένων ὑπὸ τούτου χρημάτων τὸ μὲν τεταρτημόριον δίδοσθαι τῷ τῆς πόλεως βουλευτηρίῳ, πάντων δὲ τῶν ἄλλων τοὺς κληρονόμους τοῦ τετελευτηκότος ἀπόνασθαι, γνώρισμα ἤθους τοῦ οἰκείου κἀνταῦθα ὁ αὐτοκράτωρ ἐνδεικνύμενος, νόμον ἔναγχος ἐτύγχανε γράψας, ἔμπαλιν τὰ τοῦ πράγματος διοικούμενον ὅπως δὴ, ἐπειδὰν βουλευτὴς ἄπαις τελευτῴη γόνου ἄρρενος τῆς οὐσίας οἱ μὲν κληρονόμοι τὸ τέταρτον ἔχοιεν, τἄλλα δὲ πάντα τό τε δημόσιον καὶ τὸ τῆς πόλεως λεύκωμα φέροιντο.