Ancient Greek · ~8 min
29.20 to 29.29
Procopius, Ἀπόκρυφη Ἱστορία 29.20-29
Not analysed yet
καίτοι οὐδεπώποτε δημόσιον ἢ βασιλεὺς ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι χρημάτων βουλευτικῶν μετασχεῖν ἔσχε. τούτου τοίνυν κειμένου τοῦ νόμου, Ἀνατολίῳ μὲν ἐπεγένετο ἡ τέλειος ἡμέρα τοῦ βίου, ἡ δὲ τούτου παῖς τὸν τούτου κλῆρον πρός τε τὸ δημόσιον καὶ τὸ τῆς πόλεως βουλευτήριον κατὰ τὸν νόμον ἐνείματο, καὶ αὐτῇ γράμματα βασιλεύς τε αὐτὸς καὶ Ἀσκαλωνιτῶν οἱ τοῦ λευκώματος ἔγραψαν, τῆς περὶ τούτων αὐτὴν ἀφιέντες ἀντιλογίας ἅτε τὰ σφίσι προσήκοντα κεκομισμένοι ὀρθῶς καὶ δικαίως. ὕστερον καὶ Μαμιλιανὸς ἀπελύθη τοῦ βίου, ὅσπερ Ἀνατολίῳ κηδεστὴς ἐγεγόνει, παιδός οἱ ἀπολελειμμένης μιᾶς, ἥπερ καὶ μόνη τὴν τοῦ πατρὸς οὐσίαν, ὡς τὸ εἰκὸς, ἔσχε. μετὰ δὲ καὶ αὕτη περιούσης ἔτι οἱ τῆς μητρὸς ἀφίκετο ἐς τὸ μέτρον τοῦ βίου, ἀνδρὶ μὲν ξυνοικισθεῖσα τῶν λογίμων τινὶ, μήτηρ δὲ οὔτε θήλεος οὔτε ἄρσενος γενομένη γόνου. ἀλλ’ Ἰουστινιανὸς πάντων ἀντελάβετο τῶν χρημάτων εὐθὺς, ἐκεῖνο ἀποφθεγξάμενος τὸ θαυμάσιον, ὡς τὴν Ἀνατολίου παῖδα γυναῖκα γραῦν οὖσαν τοῖς τε τοῦ ἀνδρὸς καὶ τοῖς τοῦ πατρὸς πλουτεῖν χρήμασιν οὐχ ὅσιον εἴη. ὅπως δὲ ἡ γυνὴ μὴ ἐν τοῖς προσαιτηταῖς τὸ ἐνθένδε τετάξεται, στατῆρα χρυσοῦν ἐς ἡμέραν ἑκάστην τὴν γυναῖκα φέρεσθαι ταύτην διώρισεν, ἕως ἂν περιῇ, τοῦτο θέμενος ἐν τοῖς γράμμασι, δι’ ὧν τὰ χρήματα ἐληΐσατο ταῦτα, ὡς τὸν στατῆρα προεῖται τῆς εὐσεβείας ἕνεκα τοῦτον· “ἔθος γάρ μοι” ,ἔφη, “τά τε ὅσια καὶ εὐσεβῆ πράττειν” . Ἀλλὰ περὶ μὲν τούτων ἀπόχρη λέγειν, ὅπως μὴ ὁ λόγος κατακόρως ἔχοι, ἐπεὶ οὐδὲ ἁπάντων ἀνθρώπῳ γε ὄντι δυνατὸν ἀπομνημονεῦσαι. ὅτι δὲ οὐ Βενέτων τῶν οἱ ἐσπουδασμένων δοκούντων εἶναι λόγον τινὰ πεποίηται χρημάτων παρόντων, ἐγὼ δηλώσω. Μαλθάνης τις ἐγεγόνει ἐν Κίλιξι Λέοντος ἐκείνου γαμβρὸς, ὃς περιεῖπεν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, τὴν τοῦ καλουμένου ῥεφερενδαρίου τιμήν. τοῦτον βίας ἀναστέλλειν ἐπέστελλε τὰς ἐν Κίλιξι. ταύτης τε τῆς σκήψεως ὁ Μαλθάνης λαβόμενος ἀνήκεστα κακὰ Κιλίκων τοὺς πλείστους εἰργάζετο, καὶ τὰ χρήματα ληϊζόμενος τὰ μὲν τῷ τυράννῳ ἔπεμπε, τοῖς δὲ αὐτὸς ἐδικαίου πλουτεῖν.