Ancient Greek · ~2 min
3.30 to 3.31
Procopius, Ἀπόκρυφη Ἱστορία 3.30-31
Not analysed yet
Βελισάριος δὲ τὰ ὀμωμοσμένα ἠλογηκὼς, τιμωρεῖν τε οὐδαμῆ τούτῳ ἑλόμενος πάσχοντι, ὥσπερ ἐρρήθη, ἀνόσια ἔργα, ἐς πάντα οἱ λοιπὸν τὰ ἐπιτηδεύματα πολέμια τὰ πρὸς τοῦ θεοῦ ὡς τὸ εἰκὸς εὗρεν· εὐθὺς γὰρ ἐπί τε Μήδους καὶ Χοσρόην σταλεὶς τὸ τρίτον ἐσβαλόντας ἐς Ῥωμαίων τὴν γῆν κακότητα ὦφλε. καίτοι ἐδόκει τι λόγου ἄξιον διαπεπρᾶχθαι, τὸν πόλεμον ἐνθένδε ἀποσεισάμενος. ἀλλ’ ἐπεὶ Χοσρόης Εὐφράτην διαβὰς ποταμὸν Καλλίνικον πόλιν πολυάνθρωπον οὐδενὸς ἀμυνομένου εἷλε καὶ μυριάδας ἠνδραπόδισε Ῥωμαίων πολλάς, Βελισάριος δὲ οὐδὲ ὅσον ἐπισπέσθαι τοῖς πολεμίοις ἐν σπουδῇ ἔσχε, δόξαν ἀπήνεγκεν ὡς δυοῖν θάτερον, ἢ ἐθελοκακήσας ἢ ἀποδειλιάσας, αὐτοῦ ἔμεινεν.