Ancient Greek · ~7 min
4.1 to 4.12
Procopius, Ἀπόκρυφη Ἱστορία 4.1-12
Not analysed yet
Ὑπὸ τοῦτον τὸν χρόνον καί τι ἕτερον αὐτῷ ἐπιπεσεῖν ξυνηνέχθη τοιόνδε. ὁ μὲν λοιμὸς, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἐπενέμετο τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους. βασιλεῖ δὲ Ἰουστινιανῷ χαλεπώτατα νοσῆσαι ξυνέβη, ὥστε καὶ ἐλέγετο ὅτι ἀπολώλει. τοῦτον δὲ τὸν λόγον περιαγαγοῦσα ἡ φήμη διεκόμισεν ἄχρι ἐς τὸ Ῥωμαίων στρατόπεδον. ἐνταῦθα ἔλεγον τῶν ἀρχόντων τινὲς ὡς, ἢν βασιλέα Ῥωμαῖοι ἕτερόν τινα ἐν Βυζαντίῳ καταστήσωνται σφίσιν, οὐ μήποτε αὐτοὶ ἐπιτρέψωσιν. ὀλίγῳ δὲ ὕστερον βασιλεῖ μὲν ῥαΐσαι ξυνέβη, τοῖς δὲ τοῦ Ῥωμαίων στρατοῦ ἄρχουσι διαβόλοις ἐπ’ ἀλλήλοις γενέσθαι. Πέτρος τε γὰρ ὁ στρατηγὸς καὶ Ἰωάννης, ὅνπερ ἐπίκλησιν Φαγᾶν ἐκάλουν, Βελισαρίου τε καὶ Βούζου ἐκεῖνα λεγόντων ἰσχυρίζοντο ἀκηκοέναι ἅπερ μοι ἀρτίως δεδήλωται. ταῦτά γε ἡ βασιλὶς Θεοδώρα ἐπικαλέσασα ἐφ’ ἑαυτῇ τοῖς ἀνθρώποις εἰρῆσθαι μεστὴ ἐγεγόνει. ἅπαντας οὖν εὐθὺς μετακαλέσασα ἐς Βυζάντιον, ζήτησίν τε τοῦ λόγου τούτου ποιησαμένη, τὸν Βούζην μετεπέμψατο εἰς τὴν γυναικωνῖτιν ἐξαπιναίως, ὥς τι αὐτῷ κοινολογησομένη τῶν ἄγαν σπουδαίων. ἦν δέ τι οἴκημα ἐν Παλατίῳ κατάγειον, ἀσφαλές τε καὶ λαβυρινθῶδες καὶ οἷον Ταρτάρῳ εἰκάζεσθαι, ἵνα δὴ τοὺς προσκεκρουκότας ὡς τὰ πολλὰ καθείρξασα ἐτήρει. καὶ ὁ Βούζης οὖν εἰς τὸ βάραθρον τοῦτο ἐμβέβληται, ἐνταῦθά τε ἀνὴρ ἐξ ὑπάτων γενόμενος ἄγνωστος ἀεὶ τοῦ παρόντος καιροῦ ἔμεινεν. οὔτε γὰρ αὐτὸς ἐν σκότῳ καθήμενος διαγινώσκειν οἷός τε ἐγεγόνει πότερον ἡμέρα ἢ νύκτωρ εἴη οὔτε ἄλλῳ τῳ ἐντυχεῖν εἶχεν. ἅνθρωπος γὰρ, ὅσπερ οἱ ἐς ἡμέραν ἑκάστην τὰ σιτία ἐρρίπτει, ὥσπερ τι θηρίον θηρίῳ ἄφωνος ἀφώνῳ ὡμίλει. καὶ πᾶσι μὲν τετελευτηκέναι εὐθὺς ἔδοξε, λόγον μέντοι ἢ μνήμην ποιεῖσθαι αὐτοῦ τινα ἐτόλμα οὐδείς. ἐνιαυτοῖν δὲ δυοῖν ὕστερον πρὸς μησὶ τέσσαρσιν οἰκτισαμένη τὸν ἄνδρα ἀφῆκε. καὶ ὃς ὥσπερ ἀναβεβιωκὼς ἅπασιν ὤφθη. ξυνέβη τε τῷ ἀνθρώπῳ ἐνθένδε ἀεὶ ἀμβλυώττειν τε καὶ τὸ ἄλλο σῶμα νοσώδει εἶναι.