Ancient Greek · ~7 min
3.9 to 3.17
Procopius, Ἀπόκρυφη Ἱστορία 3.9-17
Not analysed yet
ἕνα μέντοι τῶν Φωτίῳ ἐς τὴν Ἔφεσον ἐπισπομένων, Θεοδόσιον ὄνομα, καίπερ ἐς ἀξίωμα βουλῆς ἥκοντα, τὴν οὐσίαν ἀφελομένη ἐν δωματίῳ καταγείῳ τε καὶ ὅλως ζοφώδει ἔστησεν ἐπὶ φάτνης τινὸς βρόχον οἱ τοῦ τραχήλου ἀναψαμένη ἐς τοσόνδε βραχὺν, ὥστε αὐτῷ δὴ ἐντετάσθαι καὶ χαλαρὸν μηδαμῆ εἶναι. ἑστηκὼς ἀμέλει διηνεκὲς ἐπὶ ταύτης δὴ τῆς φάτνης ὁ τάλας ἤσθιέ τε καὶ ὕπνον ᾑρεῖτο, καὶ τὰς ἄλλας ἤνυεν ἁπάσας τῆς φύσεως χρείας, ἄλλο τέ οἱ οὐδὲν ἐς τὸ τοῖς ὄνοις εἰκάζεσθαι ὅ τι μὴ βρωμᾶσθαι ἐλέλειπτο. χρόνος δὲ τῷ ἀνθρώπῳ οὐχ ἥσσων ἢ μηνῶν τεσσάρων ἐν ταύτῃ τῇ διαίτῃ ἐτρίβη, ἕως μελαγχολίας νόσῳ ἁλοὺς μανείς τε ἐκτόπως καὶ οὕτω δὴ ταύτης τῆς εἱρκτῆς ἀφεθεὶς εἶτα ἀπέθανε. καὶ Βελισάριον οὔτι ἑκούσιον Ἀντωνίνῃ τῇ γυναικὶ καταλλαγῆναι ἠνάγκασε. Φώτιον δὲ αἰκισμοῖς τε ἄλλοις ἀνδραποδώδεσι περιβαλοῦσα καὶ ξάνασα κατά τε τοῦ νώτου καὶ τῶν ὤμων πολλὰς, ἐκλέγειν ἐκέλευεν ὅποι ποτὲ γῆς Θεοδόσιός τε καὶ ὁ προαγωγὸς εἴη. ὁ δὲ καίπερ ὑπὸ τῆς βασάνου κατατεινόμενος τὰ ὀμωμοσμένα ἐμπεδοῦν ἔγνω, ἀνὴρ νοσώδης μὲν καὶ ἀνειμένος γεγονὼς πρότερον, ἐς δὲ τὴν ἀμφὶ τὸ σῶμα θεραπείαν ἐσπουδακὼς, ὕβρεώς τε γενόμενος ἢ ταλαιπωρίας τινὸς ἄπειρος. οὐδὲν γοῦν αὐτὸς τῶν Βελισαρίου κεκρυμμένων ἐξεῖπεν. ὕστερον μέντοι ἅπαντα τὰ τέως ἀπόρρητα ἐς φῶς ἐληλούθει. καὶ Καλλίγονον μὲν ἥδ’ ἐνταῦθα εὑροῦσα τῇδε παρέδωκε, τὸν δὲ Θεοδόσιον μετακαλέσασα ἐς Βυζάντιον, ἐπειδὴ ἀφίκετο, εὐθὺς μὲν κρύπτει ἐν Παλατίῳ, τῇ δὲ ὑστεραίᾳ μεταπεμψαμένη Ἀντωνίναν, “Ὦ φιλτάτη πατρικία” ἔφη “μάργαρον ἐς χεῖρας τὰς ἐμὰς τῇ προτεραίᾳ ἐμπέπτωκεν, οἷον οὐδείς ποτ’ ἀνθρώπων εἶδε. καί σοι βουλομένῃ οὐκ ἂν φθονήσαιμι τοῦ θεάματος τούτου, ἀλλὰ ἐπιδείξω.” καὶ ἡ μὲν οὐ ξυνιεῖσα τοῦ πρασσομένου τὸν μάργαρόν οἱ ἐπιδεῖξαι πολλὰ ἐλιπάρει. ἡ δὲ τὸν Θεοδόσιον ἐξ οἰκιδίου τῶν τινος εὐνούχων