Ancient Greek · ~7 min
3.1 to 3.8
Procopius, Ἀπόκρυφη Ἱστορία 3.1-8
Not analysed yet
Γενόμενος δὲ ὁ Βελισάριος ἐς γῆν τὴν Ῥωμαίων εὑρίσκει τὴν γυναῖκα ἐκ Βυζαντίου ἀφικομένην. καὶ αὐτὴν μὲν ἐν ἀτιμίᾳ ἐφύλασσε, πολλάκις τε διαχειρίσασθαι αὐτὴν ἐγχειρήσας ἐμαλθακίσθη, ἐμοὶ μὲν δοκεῖ, ἔρωτος ἡσσηθεὶς διαπύρου τινός. φασὶ δὲ αὐτὸν καὶ μαγγανείαις πρὸς τῆς γυναικὸς καταλαμβανόμενον ἐν τῷ παραυτίκα ἐκλύεσθαι. Φώτιος δὲ κατὰ τάχος ἐς τὴν Ἔφεσον στέλλεται, τῶν τινα εὐνούχων, Καλλίγονον ὄνομα, προαγωγὸν τῆς κεκτημένης ὄντα δεσμεύσας τε καὶ ξὺν αὑτῷ ἔχων, ὅσπερ αὐτῷ αἰκιζόμενος ἐν τῇ ὁδῷ ταύτῃ ἅπαντα ἐξήνεγκε τὰ ἀπόρρητα. καὶ Θεοδόσιος μὲν προμαθὼν ἐς τὸ ἱερὸν Ἰωάννου καταφεύγει τοῦ ἀποστόλου, ὅπερ ἐνταῦθα ἁγιώτατόν ἐστι καὶ ἐπιεικῶς ἔντιμον. Ἀνδρέας δὲ ὁ τῆς Ἐφέσου ἀρχιερεὺς χρήμασίν οἱ ἀναπεισθεὶς τὸν ἄνθρωπον ἐνεχείρισεν. ἐν τούτῳ ἡ Θεοδώρα ἀμφὶ τῇ Ἀντωνίνῃ δειμαίνουσα, ἠκηκόει γὰρ ὅσα δὴ αὐτῇ ξυνεπεπτώκει, Βελισάριον ξὺν αὐτῇ ἐς Βυζάντιον μεταπέμπεται. Φώτιος δὲ ταῦτα ἀκούσας Θεοδόσιον μὲν ἐς Κίλικας πέμπει, οὗ δὴ οἱ δορυφόροι τε καὶ ὑπασπισταὶ διαχειμάζοντες ἔτυχον, τοῖς παραπομποῖς ἐπιστείλας λαθραιότατα μὲν τὸν ἄνδρα τοῦτον διακομίζειν, ἐς Κίλικας δὲ ἀφικομένοις κεκρυμμένως ἐς τὰ μάλιστα ἐν φυλακῇ ἔχειν, μηδενὶ αἴσθησιν παρεχομένοις ὅποι γῆς εἴη. αὐτὸς δὲ ξύν τε Καλλιγόνῳ καὶ τοῖς Θεοδοσίου χρήμασιν ἁδροῖς τισιν οὖσιν ἐς Βυζάντιον ἦλθεν. ἐνταῦθα ἡ βασιλὶς ἐπίδειξιν πεποίηται ἐς πάντας ἀνθρώπους, ὅτι δὴ χάριτας φονίους εἰδείη μείζοσί τε καὶ μιαρωτέροις ἀμείβεσθαι δώροις. Ἀντωνίνα μὲν γὰρ ἕνα οἱ ἔναγχος τὸν Καππαδόκην ἐχθρὸν ἐνεδρεύσασα προὔδωκεν, αὐτὴ δὲ πλῆθος ἐκείνῃ ἐγχειρίσασα ἀνδρῶν ἀνεγκλήτως ἀνῄρηκε. τῶν γὰρ Βελισαρίῳ καὶ Φωτίῳ ἐπιτηδείων τινῶν μὲν τὰ σώματα αἰκισαμένη, καὶ τοῦτο μόνον ἐπικαλέσασα, ὅτι ἐς τὼ ἄνδρε τούτω εὐνοϊκῶς ἔχοιεν, οὕτω διέθετο ὥστε αὐτοῖς ἐς ὅ τί ποτε ἡ τύχη ἐτελεύτα οὔπω νῦν ἴσμεν· ἄλλους δὲ φυγῇ ἐζημίωσε, ταὐτὸ τοῦτο ἐπενεγκοῦσα.