Ancient Greek · ~7 min
30.3 to 30.11
Procopius, Ἀπόκρυφη Ἱστορία 30.3-11
Not analysed yet
ἐς ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ σταθμοὺς κατεστήσαντο, πὴ μὲν ὀκτὼ, πὴ δὲ τούτων ἐλάσσους, οὐ μέντοι ἧσσον ἐκ τοῦ ἐπὶ πλεῖστον ἢ κατὰ πέντε. ἵπποι δὲ ἵσταντο ἐς τεσσαράκοντα ἐν σταθμῷ ἑκάστῳ. ἱπποκόμοι δὲ κατὰ λόγον τοῦ τῶν ἵππων μέτρου ἐτετάχατο ἐν πᾶσι σταθμοῖς. συχναῖς δὲ ἵππων δοκιμωτάτων ὄντων διαδοχαῖς ἐλαύνοντες ἀεὶ οἷσπερ ἐπίκειται τὸ ἔργον τοῦτο, δέκα τε, ἂν οὕτω τύχοι, ὁδὸν ἡμερῶν ἀμείβοντες ἐν ἡμέρᾳ μιᾷ ἔπρασσον ἅπαντα ὅσα μοι ἀρτίως δεδήλωται, πρὸς δὲ καὶ οἱ τῶν χωρίων πανταχῆ κύριοι, ἄλλως τε κἂν ἐν μεσογείοις τὰ χωρία ὄντα ἐτύγχανεν, εὐδαιμονέστατοι ἐπ’ αὐτοῖς ἐν τοῖς μάλιστα ἦσαν. τοὺς γὰρ ὄντας ἐκ τοῦ περιόντος σφίσι καρποὺς ἵππων τε καὶ ἱπποκόμων τροφῆς ἕνεκα τῷ δημοσίῳ ἀνὰ πᾶν ἔτος ἀποδιδόμενοι, χρήματα μεγάλα ἐφέροντο. ξυνέβαινέ τε διὰ ταῦτα τῷ δημοσίῳ δέχεσθαι μὲν ἀεὶ τοὺς ἐγκειμένους ἑκάστῳ φόρους, ἀντιπαραδέχεσθαι δὲ αὐτοὺς τοῖς ἐσκομίζουσιν αὐτίκα δὴ μάλα, καὶ προσῆν τὸ γεγενῆσθαι τῇ πολιτείᾳ τὰ δέοντα. Τὰ μὲν οὖν πρότερα ταύτῃ πη εἶχεν. ὁ δὲ αὐτοκράτωρ οὗτος πρῶτα μὲν τὸν ἐκ Καλχηδόνος ἄχρι ἐς Δακίβιζαν καθελὼν δρόμον ἠνάγκασε πάντας ἐκ Βυζαντίου εὐθὺς ἄχρι ἐς τὴν Ἑλενούπολιν οὔτι ἐθελουσίους ναυτίλλεσθαι. πλέοντες οὖν ἐν ἀκάτοις βραχείαις τισὶν, οἷαι διαπορθμεύεσθαι τῇδε εἰώθασι, χειμῶνος, ἂν οὕτω τύχοι, ἐπιπεσόντος, ἐπὶ μέγα κινδύνου χωροῦσι. τῆς γὰρ ἀναγκαίου σπουδῆς ἐγκειμένης σφίσι καιροφυλακεῖν τε καὶ προσδέχεσθαι μέλλουσαν τὴν γαλήνην ἀδύνατά ἐστιν. ἔπειτα δὲ κατὰ μὲν τὴν ἐπὶ Πέρσας ὁδὸν φέρουσαν τὸν δρόμον ἐπὶ σχήματος τοῦ πρόσθεν ὄντος εἴασεν εἶναι, ἐς δὲ τὴν λοιπὴν ξύμπασαν ἕω μέχρι ἐς Αἴγυπτον ἐν ἡμέρας ὁδῷ κατὰ σταθμὸν ἕνα κατεστήσατο μόνον, οὐχ ἵππων μέντοι, ἀλλ’ ὄνων ὀλίγων. διὸ δὴ τὰ μὲν ξυμβαίνοντα ἐν χώρᾳ ἑκάστῃ μόλις τε καὶ ὀψὲ τοῦ καιροῦ καὶ ὀπίσω τῶν πραγμάτων ἐσαγγελλόμενα ἐπικουρίας οὐδεμιᾶς τυγχάνειν εἰκὸς, οἱ δὲ τοὺς ἀγροὺς κεκτημένοι καρπῶν τῶν σφετέρων σεσηπότων τε καὶ εἰκῆ κειμένων ἀνόνητοι ἐς ἀεὶ γίνονται.