Ancient Greek · ~7 min
30.12 to 30.20
Procopius, Ἀπόκρυφη Ἱστορία 30.12-20
Not analysed yet
Τὰ δὲ τῶν κατασκόπων τοιαῦτά ἐστιν. ἄνδρες πολλοὶ ἐν δημοσίῳ τὸ ἀνέκαθεν ἐσιτίζοντο, οἳ δὴ ἐς τοὺς πολεμίους ἰόντες ἔν τε τοῖς Περσῶν βασιλείοις γινόμενοι ἢ ἐμπορίας ὀνόματι ἢ τρόπῳ ἑτέρῳ, ἔς τε τὸ ἀκριβὲς διερευνώμενοι ἕκαστα, ἐπανήκοντες ἐς Ῥωμαίων τὴν γῆν πάντα τοῖς ἄρχουσιν ἐπαγγέλλειν ἠδύναντο τὰ τῶν πολεμίων ἀπόρρητα. οἱ δὲ προὔμαθον ἐφύλασσόν τε καὶ ἀπρόοπτον οὐδὲν ξυνέπιπτε σφίσι. τοῦτο δὲ τὸ χρῆμα κἀν τοῖς Μήδοις ἐκ παλαιοῦ ἦν. Χοσρόης μὲν οὖν μείζους, ὥσπερ φασὶ, πεποιημένος τὰς τῶν κατασκόπων ξυντάξεις προμηθείας τῆς ἐνθένδε ἀπήλαυσεν. οὐδὲν γὰρ αὐτὸν ἐλάνθανε τῶν ἐν Ῥωμαίοις γινομένων. ὁ δὲ Ἰουστινιανὸς οὐδ’ ὁτιοῦν ἀναλώσας καὶ αὐτὸ τὸ τῶν κατασκόπων ὄνομα ἐξέτριψεν ἐκ Ῥωμαίων τῆς γῆς, ἐξ οὗ δὴ ἄλλα τε πολλὰ ἡμαρτήθη καὶ Λαζικὴ πρὸς τῶν πολεμίων ἑάλω, Ῥωμαίων οὐδαμῆ πεπυσμένων ὅποι ποτὲ γῆς ὁ Περσῶν βασιλεὺς ξὺν τῷ στρατῷ εἴη. ἀλλὰ καὶ καμήλους παμπληθεῖς τὸ δημόσιον ἐκ παλαιοῦ τρέφειν εἰώθει, αἳ δὴ τῷ Ῥωμαίων στρατῷ ἐπὶ πολεμίους ἰόντι ἅπαντα φέρουσαι τὰ ἐπιτήδεια εἵποντο. καὶ οὔτε τοῖς γεωργοῖς τότε ἀγγαροφορεῖν ἐπάναγκες ἦν οὔτε τι ἐνδεῖν τοῖς στρατιώταις τῶν ἀναγκαίων ξυνέβαινεν, ἀλλὰ καὶ ταύτας περιεῖλεν Ἰουστινιανὸς σχεδόν τι ἁπάσας. διὸ δὴ ἐπὶ τοὺς πολεμίους ἰόντος τὰ νῦν τοῦ Ῥωμαίων στρατοῦ γεγενῆσθαί τι τῶν δεόντων ἀδύνατον. Τὰ μὲν οὖν σπουδαιότατα τῇ πολιτείᾳ ἐφέρετο τῇδε. οὐδὲν δὲ χεῖρον καί τινος αὐτοῦ τῶν γελοίων ἐπιμνησθῆναι. τῶν ἐν Καισαρείᾳ ῥητόρων Εὐάγγελός τις ἦν οὐκ ἄσημος ἀνὴρ, ὅσπερ ἐπιφόρου οἱ τοῦ τῆς τύχης πνεύματος γενομένου χρημάτων τε ἄλλων καὶ χώρας πολλῆς κύριος γέγονεν. ὕστερον δὲ καὶ κώμην ἐπιθαλασσίαν τινὰ, Πορφυρεῶνα ὄνομα, τριῶν χρυσίου κεντηναρίων ἐπρίατο. ταῦτα μαθὼν Ἰουστινιανὸς βασιλεὺς ἀφείλετο τὸ χωρίον εὐθὺς ὀλίγην αὐτῷ τινα τοῦ τιμήματος προέμενος μοῖραν, καὶ τοῦτο ἀποφθεγξάμενος, ὡς Εὐαγγέλῳ ῥήτορι ὄντι οὐ μήποτε εὐπρεπὲς εἴη κώμης τοιαύτης κυρίῳ εἶναι. ἀλλὰ περὶ μὲν τούτων, ἀμηγέπη αὐτῶν ἐπιμνησθέντες, παυσόμεθα λέγειν.