Ancient Greek · ~4 min
30.30 to 30.34
Procopius, Ἀπόκρυφη Ἱστορία 30.30-34
Not analysed yet
οὗτοι δὲ ἅπαντα ἐπὶ πονηρῷ τῶν κατηκόων ἐφ’ ἑαυτοὺς ἐς ἀεὶ ἕλκοντες ἅπαντας σφίσι δουλοπρεπέστατα προσεδρεύειν ἠνάγκαζον· ἦν δὲ ἰδεῖν εἰς ἡμέραν σχεδόν τι ἑκάστην τὰ μὲν δικαστήρια πάντα ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνδρῶν ἔρημα, ἐν δὲ τῇ βασιλέως αὐλῇ ὄχλον τε καὶ ὕβριν καὶ ὠθισμὸν μέγαν καὶ δουλοπρέπειαν ἐς ἀεὶ ξύμπασαν. οἵ τε αὐτοῖν ἐπιτήδειοι δοκοῦντες εἶναι τήν τε ἡμέραν διηνεκῶς πᾶσαν καὶ τῆς νυκτὸς ἐς ἀεὶ πολλήν τινα μοῖραν ἐνταῦθα ἑστῶτες ἄυπνοί τε καὶ ἀπόσιτοι παρὰ καιροὺς τοὺς εἰωθότας γινόμενοι διεφθείροντο, ἐς τοῦτό τε αὐτοῖς τὴν δοκοῦσαν εὐδαιμονίαν ἀποκεκρίσθαι ξυνέπεσε. τούτων μέντοι ἀφειμένοι πάντων διεμάχοντο πρὸς ἀλλήλους οἱ ἄνθρωποι, ὅπη ποτὲ Ῥωμαίων τὰ χρήματα εἴη. οἱ μὲν γὰρ ἰσχυρίζοντο ἐν βαρβάροις ἅπαντα εἶναι, οἱ δὲ βασιλέα ἔφασκον ἐν οἰκίσκοις πολλοῖς καθείρξαντα ἔχειν. ὁπηνίκα οὖν ἢ ἄνθρωπος ὢν ὁ Ἰουστινιανὸς ἀπέλθῃ τοῦ βίου, ἢ ἅτε τῶν δαιμόνων ἄρχων ἀπολύσῃ τὸν βίον, ὅσοι τηνικάδε περιόντες τύχωσι, τἀληθὲς εἴσονται.