Ancient Greek · ~7 min
30.21 to 30.29
Procopius, Ἀπόκρυφη Ἱστορία 30.21-29
Not analysed yet
Τῶν δὲ πρός τε Ἰουστινιανοῦ καὶ Θεοδώρας ἐπὶ τῇ πολιτείᾳ νεοχμωθέντων καὶ ταῦτά ἐστι. πάλαι μὲν ἡ σύγκλητος βουλὴ παρὰ βασιλέα ἰοῦσα τρόπῳ τοιῷδε προσκυνεῖν εἴθιστο. πατρίκιος μέν τις ἀνὴρ παρὰ μαζὸν αὐτοῦ προσεκύνει τὸν δεξιόν. βασιλεὺς δὲ αὐτοῦ καταφιλήσας τῆς κεφαλῆς ἐξίει, οἱ δὲ λοιποὶ ἅπαντες γόνυ κλίναντες βασιλεῖ τὸ δεξιὸν ἀπηλλάσσοντο. βασιλίδα μέντοι προσκυνεῖν οὐδαμῆ εἴθιστο. παρὰ δὲ Ἰουστινιανόν τε καὶ Θεοδώραν τὰς εἰσόδους ποιούμενοι οἵ τε ἄλλοι ἅπαντες καὶ ὅσοι τὸ πατρικίων ἀξίωμα εἶχον ἔπιπτον μὲν εἰς τὸ ἔδαφος εὐθὺς ἐπὶ στόμα, χειρῶν δὲ καὶ ποδῶν ἐς ἄγαν σφίσι τετανυσμένων τῷ χείλει ποδὸς ἑκατέρου ἁψάμενοι ἐξανίσταντο. οὐδὲ γὰρ ἡ Θεοδώρα τὴν ἀξίωσιν ἀνεδύετο ταύτην, ἥ γε καὶ τοὺς πρέσβεις προσίεσθαι Περσῶν τε καὶ τῶν ἄλλων βαρβάρων, χρήμασί τε αὐτοὺς δωρεῖσθαι, ὥσπερ ὑπ’ αὐτῇ κειμένης τῆς Ῥωμαίων ἀρχῆς, οὐδαμῆ ἀπηξίου, πρᾶγμα πώποτε οὐ γεγονὸς ἐκ τοῦ παντὸς χρόνου. καὶ πάλαι μὲν οἱ τῷ βασιλεῖ ξυγγενόμενοι αὐτόν τε βασιλέα καὶ τὴν γυναῖκα βασιλίδα ἐκάλουν, ἀρχόντων τε τῶν λοιπῶν ἕκαστον ὅπη αὐτῷ ἀξιώματος πέρι τὰ παρόντα ἔχοι. ἢν δέ τις τούτοιν ὁποτέρῳ ἐς λόγους ξυμμίξας βασιλέως ἢ βασιλίδος ἐπιμνησθείη, ἀλλ’ οὐ δεσπότην τε ἀποκαλοίη καὶ δέσποιναν, ἢ καὶ μὴ δούλους τῶν τινας ἀρχόντων ὀνομάζειν πειρῷτο, τοσοῦτος δὴ ἀμαθής τε καὶ τὴν γλῶτταν ἀκόλαστος ἐδόκει εἶναι, καὶ ἅτε ἡμαρτηκὼς τὰ πικρότατα καὶ ὑβρίσας ἐς οὓς ἥκιστα ἐχρῆν ἐνθένδε ἀπῄει. Καὶ τὰ πρότερα μὲν ὀλίγοι τε καὶ μόλις ἐν βασιλείοις ἐγίνοντο, ἐξ ὅτου δὲ οὗτοι τὴν βασιλείαν παρέλαβον, ἄρχοντες ὁμοῦ καὶ οἱ λοιποὶ ξύμπαντες ἐν Παλατίῳ ἐνδελεχέστατα διατριβὴν εἶχον. αἴτιον δὲ ὅτι πάλαι μὲν ταῖς ἀρχαῖς τά τε δίκαια καὶ νόμιμα πράσσειν γνώμῃ αὐτονόμῳ ἐξῆν. οἵ τε οὖν ἄρχοντες διοικούμενοι τὰ εἰωθότα ἐν τοῖς καταγωγίοις τοῖς αὑτῶν ἔμενον, οἵ τε ἀρχόμενοι βίαιον οὐδὲν οὔτε ὁρῶντες οὔτε ἀκούοντες βασιλέα, ὡς τὸ εἰκὸς, ὀλίγα ἠνώχλουν.