Ancient Greek · ~7 min
5.1 to 5.10
Procopius, Ἀπόκρυφη Ἱστορία 5.1-10
Not analysed yet
Βελισάριος δὲ τὸ δεύτερον ἐν Ἰταλίᾳ γενόμενος αἴσχιστα ἐνθένδε ἀπήλλαξε· τῆς μὲν γὰρ γῆς ἐς πεντάετες ἀποβῆναι οὐδαμῆ ἴσχυσεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ὅτι μὴ ἔνθα τι ὀχύρωμα ἦν. ναυτιλλόμενος δὲ πάντα τοῦτον τὸν χρόνον τὰ ἐπιθαλάσσια περιῄει. Τουτίλας δὲ λυσσῶν ἦν αὐτὸν ἔξω τείχους λαβεῖν, οὐ μέντοι εὗρεν, ἐπεὶ ὀρρωδίᾳ πολλῇ αὐτός τε καὶ ξύμπας ὁ Ῥωμαίων στρατὸς εἴχετο. διὸ δὴ οὔτε τῶν ἀπολωλότων τι ἀνεσώσατο, ἀλλὰ καὶ Ῥώμην προσαπώλεσε καὶ τἄλλα ὡς εἰπεῖν ἅπαντα. ἐγένετο δὲ φιλοχρήματος ἐν τούτῳ τῷ χρόνῳ πάντων μάλιστα καὶ κέρδους αἰσχροῦ ἐπιμελητὴς ἀκριβέστατος ἅτε οὐδὲν ἐκ βασιλέως κεκομισμένος, Ἰταλοὺς ἀμέλει σχεδὸν πάντας, οἵπερ ᾤκηντο ἐπί τε Ῥαβέννης καὶ Σικελίας, καὶ εἴ του ἄλλου κατατυχεῖν ἐν ἐξουσίᾳ ἔσχεν, ἐληΐσατο οὐδενὶ κόσμῳ, λογισμοὺς δῆθεν τῶν βεβιωμένων καταπραττόμενος. οὕτω γοῦν καὶ Ἡρωδιανὸν μετιὼν χρήματα ᾔτει, ἅπαντα τῷ ἀνθρώπῳ ἐπανασείων. οἷς δὴ ἐκεῖνος ἀχθόμενος ἀπετάξατο μὲν τῷ Ῥωμαίων στρατῷ, αὑτὸν δὲ εὐθὺς ξύν τε τοῖς ἑπομένοις καὶ τῷ Σπολιτίῳ Τουτίλᾳ καὶ Γότθοις ἐνέδωκεν. ὅπως δὲ αὐτῷ τε καὶ Ἰωάννῃ τῷ Βιταλιανοῦ ἀδελφιδῷ διχοστατῆσαι συνέβη, ὅπερ τὰ Ῥωμαίων πράγματα μάλιστα ἔσφηλεν, αὐτίκα δηλώσω. Ἐς τοῦτο ἀπεχθείας Γερμανῷ ἡ βασιλὶς ἦλθεν ἐπιδηλότατόν τε ἅπασι τὸ ἔχθος ἐποίει, ὥστε αὐτῷ κηδεύειν, καίπερ βασιλέως ἀνεψιῷ ὄντι, ἐτόλμα οὐδεὶς, ἄνυμφοί τε αὐτῷ οἱ παῖδες διαγεγόνασι, μέχρις αὐτὴ ἀπελύθη τοῦ βίου. ἥ τε θυγάτηρ αὐτῷ Ἰουστίνα ἐπὶ ὀκτωκαίδεκα ἔτη ἡβήσασα ἔτι ἀνυμέναιος ἦν. διά τοι τοῦτο ἡνίκα Ἰωάννης πρὸς Βελισαρίου σταλεὶς ἀφίκετο ἐς Βυζάντιον, ἐς λόγους αὐτῷ καταστῆναι ὁ Γερμανὸς ἀμφὶ τῇ κηδείᾳ ἠνάγκαστο, καὶ ταῦτα λίαν ἀπὸ τῆς ἀξίας τῆς αὐτοῦ ὄντι. ἐπεί τε τὸ πρᾶγμα ἤρεσκεν ἄμφω, ὅρκοις ἀλλήλους ἔγνωσαν δεινοτάτοις καταλαβεῖν ἦ μὴν τὸ κῆδος ἐπιτελέσειν δυνάμει τῇ πάσῃ, ἐπεὶ αὐτοῖν ἑκάτερος τὸ θαρσεῖν ἐπὶ θατέρῳ ὡς ἥκιστα εἶχεν, ὁ μὲν τῷ ξυνειδέναι ὅτι δὴ τῶν ὑπὲρ τὴν ἀξίαν ὀρέγοιτο, ὁ δὲ κηδεστοῦ ἀπορούμενος.