Ancient Greek · ~3 min
5.11 to 5.16
Procopius, Ἀπόκρυφη Ἱστορία 5.11-16
Not analysed yet
ἡ δὲ οὐκ ἔχουσα τίς γένηται διὰ πάσης ὁδοῦ ἰοῦσα ἑκάτερον μετιέναι μηχανῇ πάσῃ οὐκ ἀπηξίου, ὅπως ἂν τὰ πραττόμενα διακωλύοι. ἐπεὶ δὲ αὐτοῖν καίπερ πολλὰ δεδιξαμένη ἀναπείθειν οὐδέτερον ἔσχε, διαρρήδην ἀπολεῖν τὸν Ἰωάννην ἠπείλησε. καὶ ἀπ’ αὐτοῦ Ἰωάννης αὖθις ἐς Ἰταλίαν σταλεὶς οὐδαμῆ ξυμμῖξαι Βελισαρίῳ ἐτόλμησε, τὴν ἐξ Ἀντωνίνης ἐπιβουλὴν δείσας, ἕως Ἀντωνίνα ἐς Βυζάντιον ἦλθε. τήν τε γὰρ βασιλίδα ταύτῃ ἐπιστεῖλαι τὸν αὐτοῦ φόνον οὐκ ἄπο τοῦ εἰκότος ἄν τις ὑπώπτευσε, καὶ τὸν Ἀντωνίνης σταθμωμένῳ τρόπον ἅπαντά τε Βελισάριον ἐνδιδόναι τῇ γυναικὶ ἐπισταμένῳ δέος ἐγίνετο μέγα καὶ τὸν ἐσῄει. τοῦτο γοῦν Ῥωμαίοις τὰ πράγματα καὶ πρότερον ἐπὶ θατέρου σκέλους ἑστῶτα προσουδίζει χαμαί. Βελισαρίῳ μὲν οὖν ὁ Γοτθικὸς πόλεμος τῇδε ἐχώρησεν. ἀπογνοὺς δὲ βασιλέως ἐδεῖτο ὅπως οἱ ἐξῇ ἐνθένδε ὅτι τάχιστα ἀπαλλαγῆναι.