Ancient Greek · ~2 min
Chapter 5
Procopius, Ἀπόκρυφη Ἱστορία 5.20
Not analysed yet
ἡ δὲ γλιχομένη μὲν κύριον τὸν θυγατριδοῦν τοῦ Βελισαρίου καταστήσεσθαι πλούτου, ᾔδει γὰρ ἐπίκληρον ἐσομένην τὴν παῖδα, οὐκ ὄντος Βελισαρίῳ ἑτέρου του γόνου, ἐπὶ μέντοι τῇ Ἀντωνίνης γνώμῃ θαρσεῖν οὐδαμῆ ἔχουσα, δειμαίνουσά τε μὴ μετὰ τὴν τοῦ βίου καταστροφὴν οὐ φανεῖσα πιστὴ ἐς τὸν αὐτῆς οἶκον, καίπερ αὐτῆς οὕτω φιλανθρώπου ἐν τοῖς ἀναγκαιοτάτοις τυχοῦσα, διασπάσηται τὰ ξυγκείμενα, ἐργάζεται ἀνόσιον ἔργον.