Ancient Greek · ~1 min
5.18 to 5.19
Procopius, Ἀπόκρυφη Ἱστορία 5.18-19
Not analysed yet
Θεοδώρα ἡ βασιλὶς τῆς Βελισαρίου παιδὸς ἐξεργάζεσθαι τὴν ἐγγύην ἐπειγομένη τῷ θυγατριδῷ, συχνὰ γράφουσα τοὺς γειναμένους τὴν κόρην ἠνώχλει. οἱ δὲ τὸ κῆδος ἀναδυόμενοι ἀπετίθεντο μὲν ἐς παρουσίαν τὴν σφετέραν τὸν γάμον, μεταπεμπομένης δὲ αὐτοὺς ἐς Βυζάντιον τῆς βασιλίδος, ἀδύνατοι εἶναι ἀπαλλάσσεσθαι τανῦν ἐξ Ἰταλίας ἐσκήπτοντο.