Ancient Greek · ~1 min
Chapter 7
Procopius, Ἀπόκρυφη Ἱστορία 7.12
Not analysed yet
κτᾶσθαι γὰρ αὐτοῖς τὰ τοιαῦτα ἐξ οὐ προσηκόντων παρῆν. τοῦ δὲ χιτῶνος τὸ ἀμφὶ τὼ χεῖρε μέρος τὰ μὲν ἐς τὸν καρπὸν ξυνῄει σφίσιν ἐν στενῷ μάλιστα, τὰ δὲ ἐνθένδε ἄχρι ἐς ὦμον ἑκάτερον ἐς ἄφατόν τι εὔρους διεκέχυτο χρῆμα.