Ancient Greek · ~2 min
Chapter 7
Procopius, Ἀπόκρυφη Ἱστορία 7.13
Not analysed yet
ὁσάκις τε ἡ χεὶρ αὐτοῖς σείοιτο ἀναβοῶσιν ἐν τοῖς θεάτροις τε καὶ ἱπποδρομίοις, ἢ ἐγκελευομένοις, ᾗπερ εἰώθει, ἐς ὕψος αὐτοῖς τοῦτο τὸ μέρος ἀτεχνῶς ᾔρετο, αἴσθησιν παρεχόμενον τοῖς ἀνοήτοις, ὅτι δὴ αὐτοῖς οὕτω καλόν τε τὸ σῶμα καὶ ἁδρὸν εἴη ἂν, ὥστε δεῖν γε αὐτοῖς πρὸς τῶν τοιούτων ἱματίων καλύπτεσθαι, οὐκ ἐννοοῦσιν ὅτι δὴ αὐτοῖς τῷ τῆς ἐσθῆτος ἠραιωμένῳ τε καὶ κενῷ πολλῷ ἔτι μᾶλλον τὸ τοῦ σώματος ἐξίτηλον διελεγχθείη.