Ancient Greek · ~7 min
7.14 to 7.24
Procopius, Ἀπόκρυφη Ἱστορία 7.14-24
Not analysed yet
αἱ ἐπωμίδες δὲ καὶ ἀναξυρίδες καὶ τῶν ὑποδημάτων τὰ πλεῖστα ἐς τῶν Οὔννων τό τε ὄνομα καὶ τὸν τρόπον ἀπεκέκριτο σφίσιν. Ἐσιδηροφόρουν δὲ νύκτωρ μὲν τὰ πρῶτα ἐκ τοῦ ἐμφανοῦς ἅπαντες σχεδὸν, ἐν δέ γε ἡμέρᾳ ξιφίδια παρὰ τὸν μηρὸν δίστομα ὑπὸ τῷ ἱματίῳ ἀποκρυψάμενοι, ξυνιστάμενοί τε κατὰ συμμορίας, ἐπειδὰν ξυσκοτάζοι, ἐλωποδύτουν τοὺς ἐπιεικεστέρους ἔν τε ὅλῃ ἀγορᾷ κἀν τοῖς στενωποῖς, ἀφαιρούμενοι τοὺς παραπεπτωκότας τά τε ἱμάτια καὶ ζώνας τε καὶ περόνας χρυσᾶς καὶ εἴ τι ἄλλο ἐν χερσὶν ἔχοιεν. τινὰς δὲ πρὸς τῇ ἁρπαγῇ καὶ κτείνειν ἠξίουν, ὅπως μηδενὶ τὰ ξυμπεσόντα σφίσιν ἀναγγείλωσιν. οἷς δὴ ἅπαντες καὶ τῶν Βενέτων οἱ μὴ στασιῶται μάλιστα ἤχθοντο, ἐπεὶ οὐδὲ αὐτοὶ ἀπαθεῖς ἔμενον. καὶ ἀπ’ αὐτοῦ χαλκαῖς τὸ λοιπὸν ζώναις τε καὶ περόναις καὶ ἱματίοις πολλῷ ἐλασσόνως ἢ κατὰ τὴν ἀξίαν ὡς πλεῖστοι ἐχρῶντο, ὅπως δὴ μὴ τῷ φιλοκάλῳ ἀπόλωνται, καὶ οὔπω δεδυκότος ἡλίου ἐς τὰς οἰκίας ἀναχωροῦντες ἐκρύπτοντο. μηκυνομένου δὲ τοῦ κακοῦ καὶ οὐδεμιᾶς ἐπιστροφῆς ἐς τοὺς ἡμαρτηκότας πρὸς τῆς τῷ δήμῳ ἐφεστώσης ἀρχῆς γινομένης ἐπὶ μέγα τὸ τῶν ἀνδρῶν θράσος ἐς ἀεὶ ᾔρετο. ἁμαρτία γὰρ παρρησίας ἀξιωθεῖσα ἐπ’ ἄπειρον φέρεσθαι πέφυκεν, ἐπεὶ καὶ κολαζόμενα τὰ ἐγκλήματα φιλεῖ οὐκ ἐς τὸ παντελὲς ἀποκόπτεσθαι. φύσει γὰρ οἱ πλεῖστοι ἐς τὸ ἁμαρτάνειν εὐπετῶς τρέπονται. Τὰ μὲν οὖν τῶν Βενέτων ἐφέρετο τῇδε. τῶν δὲ ἀντιστασιωτῶν οἱ μὲν ἐς τὴν ἐκείνων ἀπέκλινον μοῖραν, ἐπιθυμίᾳ τοῦ ξυναμαρτάνειν τε καὶ μὴ δοῦναι τὴν δίκην, οἱ δὲ φυγῇ ἐχόμενοι ἐς ἑτέρας τινὰς ἐλάνθανον χώρας· πολλοὶ δὲ καὶ αὐτοῦ καταλαμβανόμενοι διεφθείροντο πρὸς τῶν ἐναντίων ἢ πρὸς τῆς ἀρχῆς κολαζόμενοι. καὶ ἄλλοι δὲ νεανίαι πολλοὶ ἐς ταύτην δὴ τὴν ἑταιρίαν ξυνέρρεον οὐδεπώποτε πρότερον περὶ ταῦτα ἐσπουδακότες, ἀλλὰ δυνάμεώς τε καὶ ὕβρεως ἐξουσίᾳ ἐνταῦθα ἠγμένοι. οὐ γάρ ἐστιν οὐδὲν μίασμα ὑπὸ ἀνθρώπων ὠνομασμένον, ὅπερ οὐχ ἡμαρτήθη τε ἐν τούτῳ τῷ χρόνῳ καὶ τιμωρίας ἐκτὸς ἔμεινε.