Ancient Greek · ~2 min
Chapter 7
Procopius, Ἀπόκρυφη Ἱστορία 7.32
Not analysed yet
τῶν τε ἀρχόντων αἱ γνῶμαι ὥσπερ ἐκπεπληγμέναις ἐῴκεσαν, ἑνὸς ἀνδρὸς φόβῳ δεδουλωμένων τὸ φρόνημα, οἵ τε δικάζοντες τὰς ὑπὲρ τῶν ἀντιλεγομένων ποιούμενοι γνώσεις τὰς ψήφους ἐδίδοσαν, οὐχ ᾗπερ αὐτοῖς ἐδόκει δίκαιά τε καὶ νόμιμα ἑ̣?ʼναι, ἀλλ’ ὥσπερ τῶν διαφερομένων ἑκάστῳ τὰ ἐκ τῶν στασιωτῶν δυσμενῆ τε καὶ φίλα ἐτύγχανεν ὄντα. δικαστῇ γὰρ ὠλιγωρηκότι τῆς ἐκείνων προρρήσεως θάνατος ἡ ζημία ἐπέκειτο.