Ancient Greek · ~2 min
7.33 to 7.36
Procopius, Ἀπόκρυφη Ἱστορία 7.33-36
Not analysed yet
Καὶ πολλοὶ μὲν δανεισταὶ τὰ γραμματεῖα τοῖς ὠφληκόσι ξὺν βίᾳ πολλῇ οὐδὲν τοῦ ὀφλήματος κεκομισμένοι ἀπέδοντο, πολλοὶ δὲ οὔτι ἑκούσιοι ἐλευθέρους τοὺς οἰκέτας ἀφῆκαν. φασὶ δὲ καὶ γυναῖκάς τινας πολλὰ ὧν οὐκ ἐβούλοντο τοῖς αὐτῶν δούλοις ἀναγκασθῆναι. ἤδη δὲ καὶ παῖδες οὐκ ἀφανῶν ἀνδρῶν τούτοις δὴ τοῖς νεανίαις ἀναμιχθέντες τοὺς πατέρας ἠνάγκαζον ἄλλα τε πολλὰ οὔτι ἐθελουσίους ποιεῖν καὶ τὰ χρήματα σφίσι προΐεσθαι. πολλοὶ δὲ καὶ ἀκούσιοι παῖδες τοῖς στασιώταις ἐς κοίτην ἀνοσίαν οὐκ ἀγνοούντων ἠναγκάσθησαν τῶν πατέρων ἐλθεῖν.