Ancient Greek · ~5 min
7.38 to 7.42
Procopius, Ἀπόκρυφη Ἱστορία 7.38-42
Not analysed yet
οὐ γάρ τι ξυμβήσεσθαι ἐς τὸ σῶμα αὐτῇ ὑβρισθῆναι· ἔτι δὲ τοῦ ἀνδρὸς ξὺν πένθει μεγάλᾳ ἐς αὐτὴν βλέποντος ἐς τε τὴν θάλασσαν καθεῖναι τὸ σῶμα καὶ αὐτίκα μάλα ἐξ ἀνθρώπων ἀφανισθῆναι. Τοιαῦτα μὲν ἦν τὰ τούτοις δὴ τότε τοῖς στασιώταις ἐν Βυζαντίῳ τετολμημένα. ἧσσον δὲ ταῦτα τοὺς παραπεπτωκότας ἠνία ἢ τὰ πρὸς Ἰουστινιανοῦ ἐς τὴν πολιτείαν ἁμαρτηθέντα, ἐπεὶ τοῖς παρὰ τῶν κακούργων πεπονθόσι τὰ χαλεπώτατα μέρος ἀφαιρεῖται τὸ πλεῖστον τῆς δι’ ἀταξίας ἐμβάσης ἀνίας τὸ προσδοκᾶν ἀεὶ τὴν πρὸς τῶν νόμων τε καὶ τῆς ἀρχῆς τίσιν. ἐν γὰρ τῷ πρὸς τὰ μέλλοντα εὐέλπιδες εἶναι ῥᾷόν τε καὶ ἀπονώτερον τὰ παρόντα σφίσι φέρουσιν ἄνθρωποι, βιαζόμενοι δὲ πρὸς τῆς τῇ πολιτείᾳ ἐφεστώσης ἀρχῆς τοῖς τε ξυμπεσοῦσιν ἔτι μᾶλλον, ὡς τὸ εἰκὸς, περιαλγοῦσι καὶ ἐς τὴν ἀπόγνωσιν τῷ ἀπροσδοκήτῳ τῆς τιμωρίας ἐς ἀεὶ τρέπονται. ἡμάρτανε δὲ οὐχ ὅτι μόνον προσποιεῖσθαι τοὺς κακουμένους ἥκιστα ἤθελεν, ἀλλ’ ὅτι προστάτης τῶν στασιωτῶν ἐκ τοῦ ἐμφανοῦς καθίστασθαι οὐδαμῆ ἀπηξίου· χρήματά τε γὰρ μεγάλα τοῖς νεανίαις τούτοις προΐετο, καὶ πολλοὺς μὲν ἀμφ’ αὑτὸν εἶχε, τινὰς δὲ αὐτῶν ἔς τε τὰς ἀρχὰς καὶ τὰ ἄλλα ἀξιώματα καλεῖν ἐδικαίου.