Ancient Greek · ~7 min
8.1 to 8.11
Procopius, Ἀπόκρυφη Ἱστορία 8.1-11
Not analysed yet
Ταῦτα μὲν οὖν ἔν τε Βυζαντίῳ ἐπράττετο καὶ πόλει ἑκάστῃ. ὥσπερ γὰρ ἄλλο τι νόσημα ἐνθένδε ἀρξάμενον τὸ κακὸν πανταχῆ ἐπέσκηψε τῆς Ῥωμαίων ἀρχῆς. βασιλεῖ δὲ τῶν πρασσομένων ἥκιστα ἔμελεν, ἐπεὶ οὐδέ τις αἴσθησις τῷ ἀνθρώπῳ ἐγένετο, καίπερ αὐτόπτῃ τῶν δρωμένων ἐν τοῖς ἱπποδρομίοις ἀεὶ γινομένῳ. ἠλίθιός τε γὰρ ὑπερφυῶς ἦν καὶ νωθεῖ ὄνῳ ἐμφερὴς μάλιστα καὶ οἷος τῷ τὸν χαλινὸν ἕλκοντι ἕπεσθαι, συχνά οἱ σειομένων τῶν ὤτων. Ἰουστινιανὸς ταῦτά τε ἔπρασσε καὶ ξύμπαντα τἄλλα ἐκύκα. ὅσπερ ἐπειδὴ τάχιστα ἐπελάβετο τῆς τοῦ θείου ἀρχῆς, χρήματα μὲν τὰ δημόσια εὐθὺς καταναλοῦν κόσμῳ οὐδενὶ ἐν σπουδῇ εἶχεν ἅτε αὐτῶν κύριος γεγονώς. Οὔννων γὰρ τοῖς ἀεὶ προστυγχάνουσι πλεῖστα ἐπὶ τῇ πολιτείᾳ προΐετο· ἐξ οὗ δὴ ἐφόδοις ἀποκεῖσθαι συχναῖς ξυνέβαινε Ῥωμαίων τὴν γῆν. ἀπογευσάμενοι γὰρ οἱ βάρβαροι οὗτοι Ῥωμαίων πλούτου μεθίεσθαι οὐκέτι ἠνείχοντο τῆς ἐνταῦθα φερούσης ὁδοῦ. Πολλὰ δὲ ῥίπτειν καὶ ἐς θαλαττίους οἰκοδομίας τινὰς ἠξίου, βιαζόμενος τὸ τῶν κυμάτων ἐς ἀεὶ ῥόθιον. ἐκ γὰρ τῆς ἠιόνος ταῖς τῶν λίθων ἐπιβολαῖς ἐπίπροσθεν ᾔει φιλονείκως ταῖς ἐκ τοῦ πόντου ἐπιρροαῖς ἔχων καὶ καθάπερ ἐξουσίᾳ πλού του πρὸς τὴν τῆς θαλάσσης ἀντιφιλοτιμούμενος δύναμιν. τάς τε τῶν Ῥωμαίων ἰδίας ἑκάστων οὐσίας ἐκ πάσης γῆς ἐς αὐτὸν ἤγειρε, τοῖς μὲν ὅ τι δὴ ἔγκλημα οὐχ ἁμαρτηθὲν ἐπικαλέσας, τῶν δὲ καὶ τὴν γνώμην ἅτε αὐτὸν δεδωρημένων τερατευσάμενος. πολλοὶ δὲ φόνων τε καὶ ἄλλων ἐγκλημάτων τοιούτων ἁλόντες, εἶτα ἐξιστάμενοι αὐτῷ τῶν πάντων χρημάτων διέφυγον ὧν ἥμαρτον μὴ δοῦναι τὴν δίκην· ἕτεροι δὲ χωρίων, οὐ δέον, τοῖς πέλας τινῶν, ἂν οὕτω τύχοι, ἀμφισβητοῦντες, ἐπεὶ καταδιαιτήσασθαι τῶν ἀντιδίκων οὐδαμῆ εἶχον τοῦ νόμου σφίσιν ἀντιστατοῦντος, οἱ δὲ τούτοις δὴ τοῖς ἀντιλεγομένοις αὐτὸν δωρησάμενοι ἀπηλλάσσοντο, αὐτοὶ μὲν χάριτι ἀζημίῳ κερδάναντες τὸ γνώριμοι γεγονέναι τῷ ἀνδρὶ τούτῳ, τρόπῳ δὲ παρανομωτάτῳ καταδικάσασθαι τῶν ἀντιδίκων ἰσχύσαντες.