Ancient Greek · ~7 min
9.1 to 9.9
Procopius, Ἀπόκρυφη Ἱστορία 9.1-9
Not analysed yet
Ἰουστινιανῷ μὲν οὖν τὰ ἐς τὸν τρόπον ὅσα γε ἡμᾶς δύνασθαι φράσαι τῇδέ πη εἶχεν. ἔγημε δὲ γυναῖκα, ἣ ὅντινα τρόπον γενομένη τε καὶ τραφεῖσα καὶ τῷδε τῷ ἀνθρώπῳ ἐς γάμον ξυναφθεῖσα πρόρριζον Ῥωμαίοις τὴν πολιτείαν ἐξέτριψεν, ἐγὼ δηλώσω. Ἀκάκιος ἦν τις ἐν Βυζαντίῳ θηριοκόμος τῶν ἐν κυνηγεσίῳ θηρίων μοίρας Πρασίνων, ὅνπερ ἀρκοτρόφον καλοῦσιν. οὗτος ὁ ἀνὴρ Ἀναστασίου τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος ἐτελεύτησε νόσῳ παίδων οἱ ἀπολελειμμένων τριῶν θήλεος γένους, Κομιτοῦς τε καὶ Θεοδώρας καὶ Ἀναστασίας, ὧνπερ ἡ πρεσβυτάτη οὔπω ἑπταέτης γεγονυῖα ἐτύγχανεν. ἡ δὲ γυνὴ ἐκπεσοῦσα ἑτέρῳ ἀνδρὶ ἐς κοίτην ἦλθεν, ὃς δὴ ξὺν αὐτῇ τῶν τε κατὰ τὴν οἰκίαν καὶ τοῦ ἔργου τούτου ἐπιμελήσεσθαι τὸ λοιπὸν ἔμελλεν. ὁ δὲ τῶν Πρασίνων ὀρχηστὴς Ἀστέριος ὄνομα χρήμασι πρὸς ἑτέρου ἀναπεισθεὶς τούτους μὲν τῆς τιμῆς ταύτης ἀπέστησε, τὸν δέ οἱ τὰ χρήματα δόντα ἐς αὐτὴν ἀντεκατέστησεν οὐδενὶ πόνῳ. τοῖς γὰρ ὀρχησταῖς τὰ τοιαῦτα ἐξῆν διοικεῖσθαι κατ’ ἐξουσίαν ᾗ βούλοιντο. ἐπεὶ δὲ τὸν δῆμον ξύμπαντα ἡ γυνὴ ἐν κυνηγεσίῳ ἀγηγερμένον εἶδε, στέμματα ταῖς παισὶν ἔν τε τῇ κεφαλῇ καὶ ἀμφοτέραις ταῖς χερσὶν ἐνθεμένη ἐς τὴν ἱκετείαν ἐκάθισεν. ἀλλ’ οἱ Πράσινοι μὲν προσίεσθαι τὴν ἱκετείαν οὐδαμῆ ἔγνωσαν, Βένετοι δὲ αὐτὰς ἐπὶ ταύτης δὴ κατεστήσαντο τῆς τιμῆς, ἐπεὶ ὁ θηριοκόμος ἐτετελευτήκει καὶ αὐτοῖς ἔναγχος. ἐπεὶ δὲ τὰ παιδία ταῦτα ἐς ἥβην ἦλθε, καθῆκεν αὐτὰ ἐπὶ τῆς ἐνταῦθα σκηνῆς αὐτίκα ἡ μήτηρ, ἐπεὶ εὐπρεπεῖς τὴν ὄψιν ἦσαν, οὐ μέντοι ὑπὸ χρόνον τὸν αὐτὸν ἁπάσας, ἀλλ’ ὡς ἑκάστη ἔδοξέν οἱ ἐς τὸ ἔργον τοῦτο ὡραία εἶναι. ἡ μὲν οὖν πρώτη Κομιτὼ ἤδη ἐν ταῖς καθ’ αὑτὴν ἑταίραις λαμπρὰ ἐγεγόνει· Θεοδώρα δὲ ἡ μετ’ ἐκείνην χιτωνίσκον χειριδωτὸν ἀμπεχομένη δούλῳ παιδὶ πρέποντα τά τε ἄλλα ὑπηρετοῦσα εἵπετο καὶ τὸ βάθρον ἐπὶ τῶν ὤμων ἀεὶ ἔφερεν, ἐφ’ οὗπερ ἐκείνη ἐν τοῖς ξυλλόγοις καθῆσθαι εἰώθει.