Ancient Greek · ~2 min
Chapter 9
Procopius, Ἀπόκρυφη Ἱστορία 9.10
Not analysed yet
τέως μὲν οὖν ἄωρος οὖσα ἡ Θεοδώρα ἐς κοίτην ἀνδρὶ ξυνιέναι οὐδαμῆ εἶχεν, οὐδὲ οἷα γυνὴ μίγνυσθαι· ἡ δὲ τοῖς κακοδαιμονοῦσιν ἀνδρείαν τινὰ μισητίαν ἀνεμίσγετο, καὶ ταῦτα δούλοις, ὅσοι τοῖς κεκτημένοις ἑπόμενοι ἐς τὸ θέατρον πάρεργον τῆς οὔσης αὐτοῖς εὐκαιρίας τὸν ὄλεθρον τοῦτον εἰργάζοντο, ἔν τε μαστροπείῳ πολύν τινα χρόνον ἐπὶ ταύτῃ δὴ τῇ παρὰ φύσιν ἐργασίᾳ τοῦ σώματος διατριβὴν εἶχεν.