Ancient Greek · ~7 min
9.35 to 9.45
Procopius, Ἀπόκρυφη Ἱστορία 9.35-45
Not analysed yet
Ἰουστινιανῷ ἐν ἡμέραις πολλαῖς νοσῆσαι ξυνέβη, ἐν δὲ τῇ νόσῳ ταύτῃ ἐς τόσον κινδύνου ἀφίκετο ὥστε καὶ ἐλέχθη ὅτι δὴ ἀποθάνοι· οἱ μέντοι στασιῶται ταῦτα ἅπερ ἐρρήθη ἡμάρτανον, καί τινα Ὑπάτιον οὐκ ἀφανῆ ἄνδρα δι’ ἡμέρας ἐν τῷ τῆς Σοφίας ἱερῷ διεχρήσαντο. ἐξειργασμένου δὲ τοῦ κακοῦ ἡ τοῦ ἔργου ταραχὴ ἐς βασιλέα ἦλθε, τῶν τε ἀμφ’ αὐτὸν ἕκαστος, ἐπεὶ τῆς Ἰουστινιανοῦ ἀπουσίας ἐλάβετο, τὴν τῶν πεπραγμένων ἀτοπίαν ἐπὶ μέγα αἴρειν ἐν σπουδῇ ἐποιεῖτο, καταλέγων ἐξ ἀρχῆς ἅπαντα, ὅσα δὴ γενέσθαι τετύχηκε. τότε δὴ ὁ βασιλεὺς τῷ τῆς πόλεως ἐπάρχῳ ἐπέστελλε τῶν πεπραγμένων ἁπάντων ποιεῖσθαι τὰς τίσεις. ἦν δὲ οὗτος ὁ ἀνὴρ Θεόδοτος ὄνομα, ὅνπερ Κολοκύνθιον ἐπίκλησιν ἐκάλουν. καὶ ὃς διερευνώμενος ἅπαντα πολλοὺς μὲν τῶν κακούργων ἑλεῖν τε καὶ διαχρήσασθαι νόμῳ ἴσχυσε, πολλοὶ δὲ καὶ διαλαθόντες ἐσώθησαν. μεταξὺ γὰρ ἐπιαπολέσθαι αὐτοὺς πράγμασι Ῥωμαίων ἕδει. ὁ δὲ παράδοξον διασωθεὶς ἐξάπινα σωτηρίαν καὶ τὸν Θεόδοτον κτεῖναι ἅτε φαρμακέα καὶ μάγον εὐθὺς ἐνεχείρει. ἐπεὶ δὲ οὐκ εἶχεν ὅτῳ ποτὲ προσχήματι χρώμενος τὸν ἄνθρωπον διαφθείρειε, τῶν οἱ ἐπιτηδείων τινὰς πικρότατα αἰκισάμενος ἠνάγκαζε λόγους ὡς ἥκιστα ὑγιεῖς ἐπ’ αὐτῷ φθέγγεσθαι. πάντων δέ οἱ ἐκποδὼν ἱσταμένων καὶ σιωπῇ τὴν ἐς τὸν Θεόδοτον ὀδυρομένων ἐπιβουλὴν, μόνος ὁ Πρόκλος τὴν τοῦ καλουμένου κοιαίστωρος ἔχων ἀρχὴν καθαρὸν ἀπέφαινε τοῦ ἐγκλήματος εἶναι τὸν ἄνθρωπον καὶ θανάτου οὐδαμῆ ἄξιον. διὸ δὴ ὁ Θεόδοτος ἐς τὰ Ἱεροσόλυμα βασιλέως κομίζεται γνώμῃ. γνοὺς δὲ ἥκειν τινὰς ἐνταῦθα, οἵπερ αὐτὸν διαφθεροῦσιν, ἐν τῷ ἱερῷ ἦν κρυπτόμενος τὸν ἅπαντα χρόνον, οὕτω τε διαβιοὺς ἐτελεύτησε. Τὰ μὲν οὖν ἀμφὶ Θεοδότῳ ταύτῃ πη ἔσχεν. οἱ δὲ στασιῶται σωφρονέστατοι τὸ ἐντεῦθεν ἐγένοντο ἀνθρώπων ἁπάντων. οὐ γὰρ ἔτι τὰ τοιαῦτα ἐξαμαρτάνειν ἠνείχοντο, καίπερ σφίσι παρὸν ἀδεέστερον τῇ ἐς τὴν δίαιταν παρανομίᾳ χρῆσθαι. τεκμήριον δέ· ὀλίγων γάρ τινων ὕστερον τόλμαν τὴν ὁμοίαν ἐνδειξαμένων τίσις οὐδεμία ἐς αὐτοὺς γέγονεν.