Ancient Greek · ~4 min
9.46 to 9.50
Procopius, Ἀπόκρυφη Ἱστορία 9.46-50
Not analysed yet
οἱ γὰρ τοῦ κολάζειν τὴν ἐξουσίαν ἀεὶ ἔχοντες παρρησίαν τοῦ διαλανθάνειν τοῖσδε τὰ δεινὰ εἰργασμένοις παρείχοντο, ταύτῃ αὐτοὺς τῇ ξυγχωρήσει ἐς τὸ τοῖς νόμοις ἐπεμβαίνειν ἐνάγοντες. Ἕως μὲν οὖν ἡ βασιλὶς περιῆν ἔτι, γυναῖκα ἐγγυητὴν Ἰουστινιανὸς τὴν Θεοδώραν ποιήσασθαι οὐδεμιᾷ μηχανῇ εἶχεν. ἐν τούτῳ γὰρ μόνον ἀπ’ ἐναντίας αὐτῷ ἐχώρει, καίπερ ἀντιστατοῦσα τῶν ἄλλων οὐδέν. πονηρίας μὲν γὰρ ἡ γυνὴ ἀπωτάτω οὖσα ἐτύγχανεν, ἄγροικος δὲ ἦν κομιδῆ καὶ βάρβαρος γένος, ὥσπερ μοι εἴρηται. ἀντιλαβέσθαι τε ἀρετῆς οὐδαμῆ ἴσχυσεν, ἀλλ’ ἀπειροτάτη οὖσα διατετέλεκε τῶν κατὰ τὴν πολιτείαν πραγμάτων, ἥ γε οὐδὲ ξὺν τῷ ὀνόματι τῷ αὐτῆς ἰδίῳ ἅτε καταγελάστῳ ὄντι ἐς Παλάτιον ἦλθεν, ἀλλ’ Εὐφημία ἐπικληθεῖσα. χρόνῳ δὲ ὕστερον τῇ βασιλίδι μὲν ἀπογενέσθαι ξυνέπεσεν. ὁ δὲ ἠλιθιάζων τε καὶ κομιδῆ ἐσχατογέρων γενόμενος, πρὸς τῶν ἀρχομένων γέλωτα ὦφλεν, ὀλιγωρίᾳ τε πολλῇ ἐς αὐτὸν ἐχόμενοι ἅπαντες ἅτε τῶν πρασσομένων οὐ ξυνιέντος, ὑπερεώρων, Ἰουστινιανὸν δὲ ξὺν δέει πολλῷ ἐθεράπευον. κυκῶν γὰρ ἀεὶ καὶ ξυνταράσσων ἀνεσόβει ἐφεξῆς ἅπαντα.