Ancient Greek · ~6 min
1.1 to 1.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 1.1-2-10
Not analysed yet
Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον ὁ Χοσρόης μαθὼν ὡς καὶ Ἰταλίαν Βελισάριος Ἰουστινιανῷ βασιλεῖ προσποιεῖν ἤρξατο, οὐκέτι κατέχειν οἷός τε ἦν τὴν διάνοιαν, ἀλλὰ σκήψεις ἐπινοεῖν ἤθελεν ὅπως δὴ λόγῳ τινὶ εὐπρεπεῖ τὰς σπονδὰς λύσειεν. ὑπὲρ ὧν κοινολογησάμενος Ἀλαμουνδάρῳ ἐκέλευεν αὐτὸν ξυμπορίζεσθαι πολέμου αἰτίας. ὁ δὲ Ἀρέθᾳ ἐπικαλέσας ὅτι αὐτὸν περὶ γῆς ὁρίων βιάζοιτο, ἐς χεῖράς τε αὐτῷ ἐν σπονδαῖς ἦλθε καὶ γῆν τὴν Ῥωμαίων ἐπὶ ταύτῃ τῇ σκήψει καταθεῖν ἤρξατο. ἔφασκέ τε ὡς αὐτὸς οὐ λύει τὰς Περσῶν τε καὶ Ῥωμαίων σπονδάς, ἐπεὶ αὐτὸν ἐς ταύτας οὐδέτεροι ἐσεγράψαντο. καὶ ἦν δὲ οὕτως. οὐ γάρ τις πώποτε Σαρακηνῶν λόγος ἐν σπονδαῖς γέγονεν, ἅτε ξυνεχομένων τῷ Περσῶν τε καὶ Ῥωμαίων ὀνόματι. αὕτη δὲ ἡ χώρα, ἣ δὴ πρὸς ἑκατέρων τότε Σαρακηνῶν ἀντελέγετο, Στρᾶτα μὲν κέκληται, Παλμύρας δὲ πόλεως πρὸς νότον ἄνεμον τέτραπται, δένδρον μὲν ἤ τι τῶν ἐν τοῖς ληίοις ἀγαθῶν οὐδαμῆ φέρουσα ʽἡλιόκαυστος γὰρ ὑπερφυῶς ἐστἰ, προβάτων δέ τισιν ἐκ παλαιοῦ ἀνειμένη νομαῖς. Ἀρέθας μὲν οὖν Ῥωμαίων ἰσχυρίζετο εἶναι τὸν χῶρον, τῷ τε ὀνόματι τεκμηριούμενος οὗ δὴ πρὸς πάντων ἄνωθεν ἔτυχε ʽΣτρᾶτα γὰρ ἡ ἐστρωμένη ὁδὸς τῇ Λατίνων καλεῖται φωνᾖ καὶ μαρτυρίαις παλαιοτάτων ἀνδρῶν χρώμενος. Ἀλαμούνδαρος δὲ φιλονεικεῖν μὲν ὑπὲρ τοῦ ὀνόματος ἥκιστα ἐδικαίου, μισθοὺς δέ οἱ τοῦ ἐνταῦθα νομοῦ ἐκ παλαιοῦ ἔφασκε τοὺς τὰ πρόβατα κεκτημένους διδόναι. διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς Στρατηγίῳ τε πατρικίῳ ἀνδρὶ καὶ τῶν βασιλικῶν θησαυρῶν ἄρχοντι, ἄλλως δὲ ξυνετῷ καὶ εὐπατρίδῃ, ἔτι μέντοι καὶ Σούμμῳ τῶν ἐν Παλαιστίνῃ στρατιωτῶν ἡγησαμένῳ, τὴν τῶν ἀντιλεγομένων ἐπέτρεψε δίαιταν. ὁ δὲ Σοῦμμος Ἰουλιανοῦ ἀδελφὸς ἦν, ὃς ὀλίγῳ ἔμπροσθεν ἐς Αἰθίοπάς τε καὶ Ὁμηρίτας ἐπρέσβευσε.