Ancient Greek · ~2 min
26.10 to 26.12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 26.10-12
Not analysed yet
καὶ τὸν οὐ πληγέντα μὲν καιρίαν πληγήν, ξὺν θορύβῳ δὲ πολλῷ φεύγοντα, ἐς τούτους δὴ τοὺς στρατιώτας ἐμπεσεῖν ἄφνω. οὕτω τε τοῦ ἀνθρώπου αὐτοὺς ἁψαμένους πῦρ μὲν αὐτίκα τῷ παλατίῳ ὑφάψαντας καῦσαι, ὡς μή τις ἐλπὶς ἐνθένδε ἀπολειφθείη τοῖς τὰ νεώτερα πράγματα πράσσουσιν, αὐτὸν δὲ ἐς τὸ δεσμωτήριον ἀπαγαγόντας δῆσαι. καὶ αὐτῶν τινα δείσαντα μὴ οἱ στρατιῶται περιεῖναι τὸν τύραννον γνόντες πράγματα τῇ πόλει αὖθις παράσχωνται, κτεῖναί τε τὸν Ἰωάννην καὶ τούτῳ δὴ τῷ τρόπῳ τὴν ταραχὴν παῦσαι. τὰ μὲν οὖν ἀμφὶ ταύτῃ τῇ τυραννίδι τῇδε ἐχώρησεν.