Ancient Greek · ~7 min
1.11 to 1.18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 1.11-3-18
Not analysed yet
ἄμεινον γάρ οἱ εἶναι, ἄλλως τε καὶ ἐπ’ ἀξίωμα βουλῆς ἥκοντι, τύραννον βιασαμένῳ Ῥωμαίων τε καὶ Ἰταλιωτῶν ἄρχειν ἁπάντων ἢ βασιλεῖ διαμαχομένῳ ἐς τόσον κινδύνου ἰέναι. Θευδέριχος δὲ ἡσθεὶς τῇ ὑποθήκῃ ἐς Ἰταλίαν ᾔει, καὶ αὐτῷ ὁ τῶν Γότθων λεὼς εἵπετο, παῖδάς τε καὶ γυναῖκας ἐν ταῖς ἁμάξαις ἐνθέμενοι καὶ τὰ ἔπιπλα ὅσα φέρειν οἷοί τε ἦσαν. ἐπειδή τε κόλπου ἄγχιστα τοῦ Ἰονίου ἐγένοντο, διαπορθμεύεσθαι, νηῶν σφίσιν οὐ παρουσῶν, ἥκιστα εἶχον· περιιόντες δὲ τὴν τοῦ κόλπου περίοδον πρόσω ἐχώρουν διά τε Ταυλαντίων καὶ τῶν ταύτῃ ἐθνῶν. τούτοις δὲ οἱ ἀμφὶ Ὀδόακρον ὑπαντιάσαντες μάχαις τε ἡσσηθέντες πολλαῖς ἔν τε Ῥαβέννῃ σὺν τῷ ἡγεμόνι σφᾶς αὐτοὺς εἷρξαν καὶ ἐν τοῖς μάλιστα τῶν ἄλλων χωρίων ἰσχυροῖς οὖσι. καθεστηκότες δὲ εἰς πολιορκίαν οἱ Γότθοι τὰ μὲν ἄλλα χωρία ξύμπαντα τρόπῳ δὴ ὅτῳ ἑκάστῳ τετύχηκεν εἷλον, Καισῆναν δὲ τὸ φρούριον, ὅπερ σταδίοις τριακοσίοις Ῥαβέννης διέχει, Ῥάβεννάν τε αὐτήν, ἔνθα καὶ Ὀδόακρον συμπέπτωκεν εἶναι, οὔτε ὁμολογίᾳ οὔτε βίᾳ ἑλεῖν ἴσχυον. Ῥάβεννα γὰρ αὕτη ἐν πεδίῳ μὲν κεῖται ὑπτίῳ ἐς τοῦ Ἰονίου κόλπου τὰ ἔσχατα, δυοῖν σταδίοιν διειργομένη μέτρῳ τὸ μὴ ἐπιθαλάσσιος εἶναι, οὐκ εὐέφοδος δὲ οὔτε ναυσὶν οὔτε πεζῶν στρατῷ φαίνεται οὖσα. αἵ τε γὰρ νῆες καταίρειν ἐς τὴν ἐκείνῃ ἀκτὴν ἥκιστα ἔχουσιν, ἐπεὶ αὐτὴ ἡ θάλασσα ἐμπόδιός ἐστι βράχος ποιουμένη οὐχ ἧσσον ἢ κατὰ σταδίους τριάκοντα, καὶ ἀπ’ αὐτοῦ τὴν ἠϊόνα ταύτην, καίπερ τοῖς πλέουσιν ἄγχιστα ὁρωμένην, τῇ τοῦ βράχους περιουσίᾳ ἑκαστάτω ξυμβαίνει εἶναι. καὶ τῷ πεζῷ στρατῷ ἐσβατὴ οὐδαμῆ γίγνεται· Πάδος τε γὰρ ὁ ποταμός, ὃν καὶ Ἠριδανὸν καλοῦσιν, ἐξ ὁρίων τῶν Κελτικῶν ταύτῃ φερόμενος καὶ ποταμοὶ ἄλλοι ναυσίποροι ξὺν λίμναις τισὶ πανταχόθεν αὐτὴν περιβάλλοντες ἀμφίρρυτον ποιοῦσι τὴν πόλιν.