Ancient Greek · ~7 min
1.19 to 1.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 1.19-25
Not analysed yet
ἐνταῦθα γίγνεταί τι ἐς ἡμέραν ἑκάστην θαυμάσιον οἷον. ἡ θάλασσα πρωῒ ποιουμένη σχῆμα ποταμοῦ ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ ἐς γῆν ἀναβαίνει καὶ πλόϊμον αὑτὴν παρεχομένη ἐν μέσῃ ἠπείρῳ, αὖθις ἀναλύουσα τὸν πορθμὸν ἀναστρέφει ἀμφὶ δείλην ὀψίαν, καὶ ἐφ’ αὑτὴν ξυνάγει τὸ ῥεῦμα. ὅσοι οὖν ἐς τὴν πόλιν ἐσκομίζειν τὰ ἐπιτήδεια ἢ ἐνθένδε ἐκφέρειν κατ’ ἐμπορίαν ἢ κατ’ ἄλλην ἔχουσιν αἰτίαν, τὰ φορτία ἐν τοῖς πλοίοις ἐνθέμενοι, κατασπάσαντές τε αὐτὰ ἐν τῷ χωρίῳ οὗ δὴ ὁ πορθμὸς γίνεσθαι εἴωθε, προσδέχονται τὴν ἐπιρροήν. καὶ ἐπειδὰν αὕτη ἀφίκηται, τά τε πλοῖα κατὰ βραχὺ ἐκ γῆς ἐπαιρόμενα πλεῖ καὶ οἱ ἀμφὶ ναῦται ἔργου ἐχόμενοι ναυτίλλονται ἤδη. καὶ τοῦτο οὐκ ἐνταῦθα μόνον, ἀλλ’ εἰς ἅπασαν τὴν ἐκείνῃ ἀκτὴν ἐς ἀεὶ γίγνεται, ἄχρι ἐς Ἀκυληίαν πόλιν. οὐ μέντοι κατὰ ταὐτὰ ἐς τὸν ἅπαντα χρόνον γίνεσθαι εἴωθεν, ἀλλ’ ἡνίκα μὲν βραχὺ φαίνεται τῆς σελήνης τὸ φῶς, οὐδὲ ἡ τῆς θαλάσσης πρόοδος ἰσχυρὰ γίγνεται, μετὰ δὲ τὴν πρώτην διχότομον ἄχρι ἐς τὴν ἑτέραν καρτερὰ μᾶλλον ἡ ἐπιρροὴ γίνεσθαι πέφυκε. ταῦτα μὲν οὖν ὧδέ πη ἔχει. Ἐπεὶ δὲ τρίτον ἔτος Γότθοις τε καὶ Θευδερίχῳ Ῥάβενναν πολιορκοῦσιν ἐτέτριπτο ἤδη, οἵ τε Γότθοι ἀχθόμενοι τῇ προσεδρείᾳ καὶ οἱ ἀμφὶ Ὀδόακρον πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, ὑπὸ διαλλακτῇ τῷ Ῥαβέννης ἱερεῖ ἐς λόγους ἀλλήλοις ξυνίασιν, ἐφ’ ᾧ Θευδέριχός τε καὶ Ὀδόακρος ἐν Ῥαβέννῃ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ δίαιταν ἕξουσι. καὶ χρόνον μέν τινα διεσώσαντο τὰ ξυγκείμενα, μετὰ δὲ Θευδέριχος Ὀδόακρον λαβών, ὥς φασιν, ἐπιβουλῇ ἐς αὐτὸν χρώμενον, νῷ τε δολερῷ καλέσας ἐπὶ θοίνην, ἔκτεινε, καὶ ἀπ’ αὐτοῦ βαρβάρων τῶν πολεμίων προσποιησάμενος ὅσους περιεῖναι ξυνέπεσεν αὐτὸς ἔσχε τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος.