Ancient Greek · ~3 min
1.17 to 1.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 1.17-19
Not analysed yet
μιᾶς δὲ ἡμέρας ὁδὸς ἐς δέκα καὶ διακοσίους διήκει σταδίους, ὅσον Ἀθήνηθεν Μέγαράδε ἰέναι. οὕτω μὲν ἤπειρον ἑκατέραν οἱ Ῥωμαίων αὐτοκράτορες διείλοντο σφίσι. τῶν δὲ δὴ νήσων Βρεττανία μέν, ἡ ἐκτὸς στηλῶν τῶν Ἡρακλείων νήσων πασῶν μεγίστη παρὰ πολὺ οὖσα, μετὰ τῆς ἑσπερίας, ὥς γε τὸ εἰκός, ἐτάττετο μοίρας· ἐντὸς δὲ αὐτῶν Ἔβουσα, ὥσπερ ἐν Προποντίδι τῇ μετὰ τὴν ὠκεανοῦ ἐσβολὴν ἐν θαλάσσῃ κειμένη, ἐς ἑπτὰ ἡμερῶν ὁδὸν μάλιστα διήκουσα, καὶ δύο ἀμφ’ αὐτὴν ἕτεραι, Μαϊορίκα τε καὶ Μινορίκα ἐπιχωρίως καλούμεναι. τῶν δὲ κατὰ θάλασσαν νήσων ἑκάστη θατέρῳ τοῖν βασιλέοιν ἐπέβαλεν, ὡς αὐτῇ ἐντός που τῶν ἐκείνου ὁρίων ξυνέβαινε κεῖσθαι.