Ancient Greek · ~8 min
1.9 to 1.16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 1.9-16
Not analysed yet
Ἀπὸ δὲ τῆς ἑτέρας τῶν Ἡρακλέους στηλῶν μέχρι ἐς τὴν ἑτέραν διὰ τῆς ἠιόνος ἰόντι καὶ οὐ περιερχομένῳ κόλπον τε τὸν Ἰόνιον καὶ τὸν Εὔξεινον καλούμενον Πόντον, ἀλλ’ ἔκ τε Καλχηδόνος ἐς Βυζάντιον ἔκ τε Δρυοῦντος ἐς ἤπειρον τὴν ἀντιπέρας καταίροντι, πέντε καὶ ὀγδοήκοντα καὶ διακοσίων ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί. τὰ γὰρ ἀμφὶ τὸν Εὔξεινον Πόντον, ὃς ἐκ Βυζαντίου χωρεῖ εἰς τὴν λίμνην, ἅπαντα ἀκριβολογεῖσθαι ἀμήχανα ἦν, βαρβάρων τῶν ὑπὲρ ποταμὸν Ἴστρον, ὃν καὶ Δανούβιον καλοῦσι, Ῥωμαίοις βατὴν ἥκιστα ποιουμένων τὴν ἐκείνῃ ἀκτήν, πλήν γε δὴ ὅτι ἐκ Βυζαντίου μὲν ἐς τὰς τοῦ Ἴστρου ἐκβολὰς ἡμερῶν ἐστιν ὁδὸς δύο καὶ εἴκοσιν, ἅσπερ τῇ Εὐρώπῃ λογιζομένους ἐντιθέναι προσήκει. κατὰ δὲ τὴν τῆς Ἀσίας μοῖραν, εἴη δ’ ἂν ἐκ Καλχηδόνος ἐς ποταμὸν Φᾶσιν, ὃς ῥέων ἐκ Κόλχων κάτεισιν ἐς τὸν Πόντον, ἀνύεται τεσσαράκοντα ὁδὸς ἡμερῶν. ὥστε ξύμπασα ἡ Ῥωμαίων ἐπικράτεια κατά γε τὴν ἐπὶ θαλάσσῃ ὁδὸν ἐς ἑπτὰ καὶ τεσσαράκοντα καὶ τριακοσίων ἡμερῶν ξύνεισι μέτρον, ἤν τις, ὅπερ εἴρηται, τὸν Ἰόνιον κόλπον ἐς ὀκτακοσίους μάλιστα διήκοντα σταδίους ἐκ Δρυοῦντος διαπορθμεύηται. ἡ γὰρ τοῦ κόλπου πάροδος ἐς ὁδὸν ἡμερῶν διήκει οὐχ ἧσσον ἢ τεσσάρων. τοσαύτη μὲν ἡ Ῥωμαίων ἀρχὴ κατά γε τὸν παλαιὸν ἐγένετο χρόνον. Ἐπέβαλλε δὲ τῷ μὲν τὸ τῆς ἑσπερίας ἔχοντι κράτος Λιβύης τὰ πλεῖστα διήκοντα ἐς ἐνενήκοντα ὁδὸν ἡμερῶν· τοσοῦτον γὰρ τὸ ἐκ Γαδείρων ἐς τὰ ὅρια τῆς ἐν Λιβύῃ Τριπόλεώς ἐστιν· ἐν δὲ δὴ τῇ Εὐρώπῃ πέντε καὶ ἑβδομήκοντα ὁδὸν ἡμερῶν ἔλαχε· τοσαύτη γὰρ ἡ ἐκ τῆς ἑτέρας τῶν Ἡρακλεους στηλῶν ἐς κόλπον τὸν Ἰόνιον τυγχάνει οὖσα. προσθείη δὲ ἄν τις καὶ τὴν τοῦ κόλπου περίοδον. βασιλεὺς δὲ ὁ τῆς ἕω ἡμερῶν εἴκοσι καὶ ἑκατὸν ὁδὸν ἐκληρώσατο ἐκ τῶν Κυρήνης ὁρίων τῆς ἐν Λιβύῃ μέχρι Ἐπιδάμνου, ἣ πρὸς αὐτῷ κεῖται τῷ Ἰονίῳ κόλπῳ, Δυρράχιον τανῦν καλουμένη, καὶ ὅση ἀμφὶ τὸν Εὔξεινον Πόντον, ὡς ἔμπροσθεν εἴρηται, ὑπὸ Ῥωμαίοις ἐστί.