Ancient Greek · ~6 min
1.18 to 1.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 1.18-25
Not analysed yet
τύχη γὰρ εὐθὺς μοχθηρὰ ὀφθεῖσα δουλοῖ τῶν αὐτῇ περιπεπτωκότων τὸ φρόνημα. ὡς δὲ νῦν ἡμῖν ἢ πρότερον ὑπὲρ μειζόνων ὁ ἀγών ἐστιν ἐγὼ δηλώσω. ἐν μὲν γὰρ τῇ προτέρᾳ μάχῃ τῶν πραγμάτων ἡμῖν οὐκ εὖ προϊόντων ἐν τῷ μὴ τὴν ἀλλοτρίαν λαβεῖν ὁ κίνδυνος ἦν, νῦν δέ, ἢν μὴ τῶν ἀγώνων κρατήσωμεν, τὴν ἡμετέραν ἀποβαλοῦμεν. ὅσῳ τοίνυν τὸ κεκτῆσθαι μηδὲν τοῦ τῶν ὑπαρχόντων ἐστερῆσθαι κουφότερον, τοσούτῳ νῦν μᾶλλον ἢ πρότερον ἐν τοῖς ἀναγκαιοτάτοις ὁ φόβος. καίτοι πρότερον τῶν πεζῶν ἡμῖν ἀπολελειμμένων τὴν νίκην ἀνελέσθαι τετύχηκε, νῦν δὲ ἵλεῴ τε τῷ θεῷ καὶ τῷ παντὶ στρατῷ ἐς τὴν ξυμβολὴν καθιστάμενος κρατήσειν τοῦ στρατοπέδου τῶν πολεμίων αὐτοῖς ἀνδράσιν ἐλπίδα ἔχω. πρόχειρον οὖν ἔχοντες τὸ τοῦ πολέμου πέρας μή τινι ὀλιγωρίᾳ ἐς ἄλλον αὐτὸ ἀπόθησθε χρόνον, μὴ παραδραμόντα τὸν καιρὸν ἐπιζητεῖν ἀναγκάζησθε. ἀναβαλλομένη γὰρ ἡ τοῦ πολέμου τύχη οὐχ ὁμοίως τοῖς καθεστῶσι χωρεῖν πέφυκεν, ἄλλως τε ἢν καὶ γνώμῃ τῶν αὐτὸν διαφερόντων μηκύνηται. τοῖς γὰρ τὴν ὑπάρχουσαν εὐημερίαν προϊεμένοις τὸ δαιμόνιον ἀεὶ νεμεσᾶν εἴωθεν. εἰ δέ τις ἐννοεῖ τοὺς πολεμίους, παῖδάς τε καὶ γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς ἡμετέραις ὁρῶντας χερσί, τολμήσειν μὲν παρὰ γνώμην, κινδυνεύσειν δὲ παρὰ τὴν ὑπάρχουσαν αὐτοῖς δύναμιν, οὐκ ὀρθῶς οἴεται. θυμὸς γὰρ ὑπεράγαν ἐν ταῖς ψυχαῖς ὑπὲρ τῶν τιμιωτάτων φυόμενος τήν τε οὖσαν ἰσχὺν καθαιρεῖν εἴωθε καὶ τοῖς καθεστῶσιν οὐκ ἐᾷ χρῆσθαι· ἃ δὴ πάντα λογιζομένους ὑμᾶς πολλῷ τῷ καταφρονήματι ἐπὶ τοὺς πολεμίους ἰέναι προσήκει.”