Ancient Greek · ~7 min
2.1 to 2.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 2.1-4-9
Not analysed yet
Τοσαῦτα Βελισάριος παρακελευσάμενος ἱππέας μὲν ἅπαντας, πλὴν πεντακοσίων, ἡμέρᾳ τῇ αὐτῇ ἔστειλε, τούς τε ὑπασπιστὰς καὶ τὸ σημεῖον, ὃ δὴ βάνδον καλοῦσι Ῥωμαῖοι, Ἰωάννῃ ἐπιτρέψας τῷ Ἀρμενίῳ καὶ ἀκροβολίσασθαι ἐπιστείλας, ἢν καιρὸς γένηται. αὐτὸς δὲ τῇ ὑστεραίᾳ ξὺν τῷ πεζῷ στρατῷ καὶ τοῖς πεντακοσίοις ἱππεῦσιν εἵπετο. τοῖς δὲ Μασσαγέταις, βουλευσαμένοις ἐν σφίσιν αὐτοῖς, ἔδοξεν, ὅπως δὴ εὐσυνθετεῖν πρός τε Γελίμερα καὶ Βελισάριον δόξωσι, μήτε μάχης ὑπὲρ Ῥωμαίων ἄρξαι μήτε πρὸ τοῦ ἔργου ἐς Βανδίλους ἰέναι, ἀλλ’ ἐπειδὰν ὁποτέρας στρατιᾶς τὰ πράγματα πονηρὰ εἴη, τηνικαῦτα ξὺν τοῖς νικῶσι τὴν δίωξιν ἐπὶ τοὺς ἡσσωμένους ποιήσασθαι. ταῦτα μὲν οὖν τοῖς βαρβάροις ἐδέδοκτο τῇδε. ὁ δὲ Ῥωμαίων στρατὸς κατέλαβε τοὺς Βανδίλους ἐν Τρικαμάρῳ στρατοπεδεύσαντας, τεσσαράκοντα καὶ ἑκατὸν σταδίους Καρχηδόνος ἀπέχοντι. ἔνθα δὴ μακράν που ἀπ’ ἀλλήλων ηὐλίσαντο ἑκάτεροι. ἐπειδὴ δὲ πόρρω ἦν τῶν νυκτῶν, τέρας ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐγεγόνει τοιόνδε. τῶν δοράτων αὐτοῖς τὰ ἄκρα πυρὶ πολλῷ κατελάμπετο καὶ αὐτῶν αἱ αἰχμαὶ καίεσθαι ἐπὶ πλεῖστον σφίσιν ἐδόκουν. τοῦτο οὐ πολλοῖς μὲν φανερὸν γέγονεν, ὀλίγους δὲ τοὺς θεασαμένους κατέπληξεν, οὐκ εἰδότας ὅπη ἐκβήσεται. ξυνέπεσε δὲ Ῥωμαίοις τοῦτο καὶ αὖθις ἐν Ἰταλίᾳ χρόνῳ πολλῷ ὕστερον. ὅτε δὴ αὐτὸ καὶ νίκης ξύμβολον ἅτε πείρᾳ εἰδότες ἐπίστευον εἶναι. τότε δέ, ὥσπερ εἴρηται, ἐπεὶ πρῶτον ἐγεγόνει, κατεπλάγησάν τε καὶ ξὺν δέει πολλῷ ἐνυκτέρευσαν. Τῇ δὲ ὑστεραίᾳ Γελίμερ Βανδίλους ἐκέλευε παῖδάς τε καὶ γυναῖκας καὶ πάντα χρήματα ἐν μέσῳ καταθέσθαι τῷ χαρακώματι, καίπερ ὀχύρωμα οὐδὲν ἔχοντι, καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε· “Οὐχ ὑπὲρ δόξης ἡμῖν, ἄνδρες Βανδίλοι, οὐδὲ ἀρχῆς στερήσεως μόνον ὁ ἀγών ἐστιν, ὥστε κἂν ἐθελοκακήσασι καὶ ταῦτα προεμένοις δυνατὸν εἶναι βιοῦν, οἴκοι τε καθημένοις καὶ τὰ ἡμέτερα αὐτῶν ἔχουσιν·