Ancient Greek · ~7 min
10.1 to 10.7
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 10.1-3-7
Not analysed yet
Βασιλεὺς δὲ Ἰουστινιανός, ἐπεί οἱ τά τε οἴκοι καὶ τὰ ἐς τοὺς Πέρσας ὡς ἄριστα εἶχε, τὰ ἐν Λιβύῃ πράγματα ἐν βουλῇ ἐποιεῖτο. ἐπεὶ δὲ ἐς τὰς ἀρχὰς ἐξήνεγκεν ὡς στρατιὰν ἀγείροι ἐπὶ Βανδίλους τε καὶ Γελίμερα, οἱ πλεῖστοι ἤδη ἐδυσχέραινόν τε καὶ ἐν ξυμφορᾷ ἦσαν, τόν τε Λέοντος τοῦ βασιλέως στόλον καὶ τὸ τοῦ Βασιλίσκου πάθος ἀνανεούμενοί τε καὶ ἀποστοματίζοντες στρατιώτας μὲν ὅσοι ἀπέθανον, χρήματα δὲ ὅσα τὸ δημόσιον ὦφλε. μάλιστα δὲ ἤλγουν τε καὶ περιώδυνοι τῇ μερίμνῃ ἐγίνοντο ὅ τε τῆς αὐλῆς ἔπαρχος, ὃν δὴ πραίτωρα καλοῦσι Ῥωμαῖοι, καὶ ὁ τοῦ ταμιείου ἡγούμενος καὶ ὅτῳ ἄλλῳ φόρου ξυλλογὴ δημοσίου ἢ βασιλικοῦ ἐπετέτακτο, λογιζόμενοι ὅτι αὐτοῖς εἰς τὴν τοῦ πολέμου χρείαν δεήσει ἄμετρα φέρουσιν οὔτε ξυγγνώμης τινὸς οὔτε ἀναβολῆς ἀξίοις εἶναι. τῶν δὲ στρατηγῶν αὐτὸς ἕκαστος στρατηγήσειν οἰόμενος κατωρρώδει τε καὶ ἀπώκνει τοῦ κινδύνου τὸ μέγεθος, εἴ οἱ ἀναγκαῖον εἴη διασωθέντι ἐκ τῶν ἐν θαλάσσῃ κακῶν στρατοπεδεύεσθαι μὲν ἐν τῇ πολεμίᾳ, ἐκ δὲ τῶν νεῶν ὁρμωμένῳ διαμάχεσθαι πρὸς βασιλείαν μεγάλην τε καὶ λόγου ἀξίαν. οἱ δὲ στρατιῶται ἄρτι ἐκ πολέμου μακροῦ τε καὶ χαλεποῦ ἐπανήκοντες οὔπω τε ὅλῃ γλώσσῃ ἀγαθῶν τῶν κατὰ τὴν οἰκίαν γευσάμενοι ἐν ἀμηχανίᾳ ἐγίνοντο ἔς τε ναυμαχίαν ἀγόμενοι, ἣν οὐδὲ ἀκοῇ πρότερον παραλαβόντες ἐτύγχανον, καὶ ἀπὸ τῶν ἑῴων ὁρίων στελλόμενοι ἐς τὰς τοῦ ἡλίου δυσμάς, ἐφ’ ᾧ διακινδυνεύσουσι πρός τε Βανδίλους καὶ Μαυρουσίους. οἱ δὲ δὴ ἄλλοι, ἅπερ ἐν ὁμίλῳ φιλεῖ γίγνεσθαι, νεωτέρων πραγμάτων ἤθελον διὰ κινδύνων ἀλλοτρίων θεαταὶ γενέσθαι. Βασιλεῖ μέντοι εἰπεῖν τι ἐπὶ κωλύμῃ τῆς στρατιᾶς οὐδείς, ὅτι μὴ ὁ Καππαδόκης Ἰωάννης, ἐτόλμησεν, ὁ τῆς αὐλῆς ἔπαρχος, θρασύτατός τε ὢν καὶ δεινότατος τῶν κατ’ αὐτὸν ἁπάντων.