Ancient Greek · ~4 min
9.20 to 9.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 9.20-26
Not analysed yet
Ταῦτα Γελίμερ ἀναλεξάμενος ἠμείβετο τοῖσδε “Βασιλεὺς Γελίμερ Ἰουστινιανῷ βασιλεῖ. οὔτε βίᾳ τὴν ἀρχὴν ἔλαβον οὔτε τί μοι ἀνόσιον ἐς ξυγγενεῖς τοὺς ἐμοὺς εἴργασται. Ἰλδέριχον γὰρ νεώτερα πράσσοντα ἐς οἶκον τὸν Γιζερίχου καθεῖλε τὸ τῶν Βανδίλων ἔθνος· ἐμὲ δὲ ὁ χρόνος ἐς τὴν βασιλείαν ἐκάλεσε, κατά γε τὸν νόμον τὰ πρεσβεῖα διδούς. τὴν δὲ ὑπάρχουσαν ἡγεμονίαν αὐτόν τινα διοικεῖσθαι καλὸν καὶ μὴ ἀλλοτρίας οἰκειοῦσθαι φροντίδας. ὥστε καὶ σοὶ βασιλείαν ἔχοντι τὸ περιέργῳ εἶναι οὐ δίκαιον· λύοντι δέ σοι τὰς σπονδὰς καὶ ἐφ’ ἡμᾶς ἰόντι ἀπαντήσομεν ὅση δύναμις, μαρτυρόμενοι τοὺς ὅρκους τοὺς Ζήνωνι ὀμωμοσμένους, οὗ τὴν βασιλείαν παραλαβὼν ἔχεις.” ταῦτα λαβὼν Ἰουστινιανὸς βασιλεὺς τὰ γράμματα, ἔχων καὶ πρότερον δι’ ὀργῆς Γελίμερα, ἔτι μᾶλλον ἐς τὴν τιμωρίαν ἐπῆρτο. καί οἱ ἔδοξε καταλύσαντι ὡς τάχιστα τὸν Μηδικὸν πόλεμον ἐς Λιβύην στρατεῦσαι, καί ʽἦν γὰρ ἐπινοῆσαί τε ὀξὺς καὶ ἄοκνος τὰ βεβουλευμένα ἐπιτελέσαἰ παρῆν μὲν αὐτῷ μετάπεμπτος ὁ τῆς ἑῴας στρατηγὸς Βελισάριος, οὐχ ὅτι ἐς Λιβύην στρατηγήσειν μέλλοι προειρημένον αὐτῷ ἢ ἄλλῳ ὁτῳοῦν, ἀλλὰ τῷ λόγῳ παραλέλυτο ἧς εἶχεν ἀρχῆς. γεγόνασι δὲ αὐτίκα αἱ πρὸς Πέρσας σπονδαί, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.