Ancient Greek · ~7 min
10.1 to 10.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 10.1-5-9
Not analysed yet
Τότε δὴ καὶ αὐτὸς τὰ ἐς τὴν εἴσοδον κατεστήσατο ὧδε. ἄνδρας ἀμφὶ τετρακοσίους ἀπολεξάμενος περὶ λύχνων ἁφὰς καὶ ἄρχοντε αὐτοῖς ἐπιστήσας Μάγνον τε, ὃς ἱππικοῦ καταλόγου ἡγεῖτο, καὶ τὸν τῶν Ἰσαύρων ἀρχηγὸν Ἔννης, θωρακίσασθαί τε ἅπαντας καὶ τάς τε ἀσπίδαν τά τε ξίφη ἀνελομένους ἡσυχάζειν, ἄχρι αὐτὸς σημήνῃ, ἐκέλευε. καὶ Βέσσαν μεταπεμψάμενος αὐτοῦ μένειν ἐπήγγειλε· βούλεσθαι γὰρ ξὺν αὐτῷ βουλήν τινα περὶ τοῦ στρατοπέδου ποιήσασθαι· καὶ ἐπειδὴ πόρρω ἦν τῶν νυκτῶν, Μάγνῳ τε καὶ Ἔννῃ τὰ σφίσι παρόντα εἰπὼν καὶ τὸ χωρίον ἐπιδείξας οὗ πρότερον διελὼν τὸν ὀχετὸν ἔτυχε, τοῖς τετρακοσίοις ἐς τὴν πόλιν ἐξηγήσασθαι, λύχνα ἀνελομένους, ἐκέλευε. καὶ ἄνδρας δύο ταῖς σάλπιγξε χρῆσθαι ἐπισταμένους ξὺν αὐτοῖς ἔπεμψεν, ὅπως, ἐπειδὰν τοῦ περιβόλου ἐντὸς γένωνται, τήν τε πόλιν ξυνταράξαι καὶ τὰ πρασσόμενα σημῆναι σφίσιν οἷοί τε ὦσιν. αὐτὸς δὲ κλίμακας ὅτι πλείστας πρότερον πεποιημένας ἐν παρασκευῇ εἶχεν. Οἱ μὲν οὖν ἐς τὸν ὀχετὸν ὑποδύντες ἐπὶ τὴν πόλιν ἐβάδιζον, αὐτὸς δὲ ξὺν τῷ Βέσσᾳ καὶ Φωτίῳ αὐτοῦ ἔμενε καὶ ξὺν αὐτοῖς ἅπαντα ἔπρασσε. πέμψας δὲ καὶ ἐς τὸ στρατόπεδον, ἐγρηγορέναι τε καὶ τὰ ὅπλα ἐν χερσὶν ἔχειν ἐπέταττε. καὶ πολλοὺς μέντοι ἀμφ’ αὑτὸν εἶχεν οὓς δὴ εὐτολμοτάτους ᾤετο εἶναι. τῶν δὲ ἐπὶ τὴν πόλιν ἰόντων οἱ ὑπὲρ ἥμισυ κατωρρωδηκότες τὸν κίνδυνον ὀπίσω ἀπεκομίζοντο. οὓς ἐπεὶ Μάγνος ἕπεσθαί οἱ, καίπερ πολλὰ παραινέσας, οὐκ ἔπειθε, παρὰ τὸν στρατηγὸν ξὺν αὐτοῖς ἐπανῆκε. τούτους δὲ Βελισάριος κακίσας καὶ τῶν ἀμφ’ αὑτὸν ἀπολέξας διακοσίους σὺν Μάγνῳ ἰέναι ἐκέλευεν. ὧν δὴ καὶ Φώτιος ἡγεῖσθαι θέλων, ἐς τὴν διώρυχα ἐσεπήδησεν· ἀλλὰ Βελισάριος αὐτὸν διεκώλυσεν. αἰσχυνθέντες δὲ τοῦ τε στρατηγοῦ καὶ Φωτίου τὴν λοιδορίαν καὶ ὅσοι τὸν κίνδυνον ἔφευγον, αὖθις αὐτὸν ὑποστῆναι τολμήσαντες ξὺν αὐτοῖς εἵποντο.