Ancient Greek · ~2 min
9.28 to 9.30
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 9.28-30
Not analysed yet
οὐκοῦν ἕως ἔτι τὸ τὰ ξυνοίσοντα ἑλέσθαι τε καὶ πράσσειν ἐφ’ ὑμῖν ἐστι, βουλεύσασθε μὲν τὰ βελτίω, φύγετε δὲ ξυμφοράν· ἧς, ὡς τὸ εἰκός, ξυμπιπτούσης ὑμῖν οὐ τὴν τύχην δικαίως, ἀλλὰ τὴν ὑμετέραν αἰτιάσεσθε γνώμην.” τοσαῦτα εἰπὼν Βελισάριος Στέφανον ἀπεπέμψατο. ὃς ἐς Νεαπολιτῶν τὸν δῆμον παρῆλθε δεδακρυμένος τε καὶ πάντα ξὺν οἰμωγῇ ἀγγέλλων ὅσα Βελισαρίου λέγοντος ἤκουσεν. οἱ δὲ ʽοὐδὲ γὰρ χρῆν Νεαπολίτας ἀθῴους βασιλεῖ κατηκόους γενέσθαἰ οὔτε ἔδεισάν τι οὔτε Βελισαρίῳ προσχωρεῖν ἔγνωσαν.