Ancient Greek · ~7 min
10.16 to 10.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 10.16-26
Not analysed yet
ἢν δέ τι καὶ πταίσῃς, ὦ βασιλεῦ, λελυμένων ἤδη σοι τῶν σπονδῶν, εἰς τὴν ἡμετέραν τὸν κίνδυνον ἄξεις· ξυνελόντι τε εἰπεῖν οὔτε ἀπόνασθαι παρέσται σοι τῆς νίκης καὶ τὸ τῆς τύχης ἐναντίωμα λυμανεῖται τοῖς εὖ καθεστῶσι. πρὸ τῶν πραγμάτων τὸ τῆς εὐβουλίας ὄφελός ἐστι. τοῖς μὲν γὰρ ἐπταικόσι τὸ μεταμελεῖσθαι ἀνόνητον, πρὸ δὲ τῶν δεινῶν τὸ μεταμανθάνειν ἀκίνδυνον. οὐκοῦν ξυνοίσει πάντων μάλιστα τὸ τοῖς καιροῖς ἐν δέοντι χρῆσθαι.” Ἰωάννης μὲν τοσαῦτα εἶπεν. ἀποδεξάμενος δὲ βασιλεὺς τὴν ἐς τὸν πόλεμον προθυμίαν κατέπαυσε. τῶν δέ τις ἱερέων οὓς δὴ ἐπισκόπους καλοῦσιν, ἐκ τῆς ἑῴας ἥκων ἔφη ἐς λόγους τῷ βασιλεῖ ἐλθεῖν βούλεσθαι. καὶ ἐπειδὴ αὐτῷ ξυνέμιξεν, ἔλεγέν οἱ τὸν θεὸν ἐπισκῆψαι ὄναρ γενέσθαι τε ὡς βασιλέα καὶ αὐτὸν αἰτιάσασθαι ὅτι δὴ Χριστιανοὺς τοὺς ἐν Λιβύῃ ῥύεσθαι ἐκ τυράννων ὑποδεξάμενος εἶτα λόγῳ οὐδενὶ κατωρρώδησε· “Καίτοι αὐτός,” ἔφη, “οἱ πολεμοῦντι ξυλλήψομαι Λιβύης τε κύριον θήσομαι.” ταῦτα βασιλεὺς ἐπεὶ ἤκουσε, κατέχειν τὴν διάνοιαν οὐκέτι ἐδύνατο, ἀλλὰ τήν τε στρατιὰν καὶ τὰς ναῦς ἤγειρεν, ὅπλα τε καὶ σιτία ἡτοίμαζε καὶ Βελισαρίῳ ἐν παρασκευῇ ἐπήγγελλεν εἶναι ὡς ἐν Λιβύῃ στρατηγήσοντι αὐτίκα μάλα. Τρίπολιν δὲ τὴν ἐν Λιβύῃ τῶν τις ἐπιχωρίων Πουδέντιος ἀπὸ Βανδίλων ἀπέστησε, πέμψας τε ὡς βασιλέα ἐδεῖτό οἱ στρατιὰν στεῖλαι· πόνῳ γὰρ αὐτῷ τὴν χώραν οὐδενὶ προσποιήσειν. ὁ δέ οἱ ἄρχοντά τε Ταττιμοὺθ καὶ στράτευμα οὐ πολὺ ἔστειλεν. ὃ δὴ ἑταιρισάμενος Πουδέντιος Βανδίλων οὐ παρόντων τήν τε χώραν ἔσχε καὶ βασιλεῖ προσεποίησε. τῷ δὲ Γελίμερι τιμωρεῖν βουλομένῳ Πουδέντιον ἐναντίωμα ξυνέπεσε τόδε. Γώδας τις ἦν ἐν τοῖς Γελίμερος δούλοις, Γότθος τὸ γένος, θυμοειδὴς μὲν καὶ δραστήριος καὶ πρὸς ἰσχὺν ἱκανὼς πεφυκώς, εὐνοϊκῶς δὲ δοκῶν ἐς τὰ τοῦ δεσπότου πράγματα ἔχειν. τούτῳ τῷ Γώδᾳ ὁ Γελίμερ Σαρδὼ τὴν νῆσον ἐπέτρεψε, φυλακῆς τε ἕνεκα καὶ φόρον τὸν ἐπέτειον ἀποφέρειν.