Ancient Greek · ~5 min
10.27 to 10.34
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 10.27-34
Not analysed yet
ὁ δὲ τὴν ἀπὸ τῆς τύχης εὐημερίαν οὔτε καταπέψαι οὔτε τῇ ψυχῇ φέρειν οἷός τε ὢν τυραννίδι ἐπεχείρησε, καὶ οὐδὲ τὴν τοῦ φόρου ἀπαγωγὴν ἀποφέρειν ἔτι ἠξίου, ἀλλὰ καὶ τὴν νῆσον αὐτὸς Βανδίλων ἀποστήσας εἶχε. καὶ ἐπεὶ ᾔσθετο βασιλέα Ἰουστινιανὸν πολεμησείοντα ἐπί τε Λιβύην καὶ Γελίμερα, ἔγραψε πρὸς αὐτὸν τάδε· “Οὔτε ἀγνωμοσύνῃ εἴκων οὔτε τι ἄχαρι πρὸς δεσπότου παθὼν τοῦ ἐμοῦ εἰς ἀπόστασιν εἶδον, ἀλλὰ τἀνδρὸς ἰδὼν τὴν ὠμότητα ἰσχυρὰν οἵαν εἴς τε τὸ ξυγγενὲς καὶ ὑπήκοον μετέχειν τῆς ἀπανθρωπίας οὐκ ἂν δόξαιμι ἑκών γε εἶναι. ἄμεινον γὰρ βασιλεῖ δικαίῳ ὑπηρετεῖν ἢ τυράννῳ τὰ οὐκ ἔννομα ἐπαγγέλλοντι. ἀλλ’ ὅπως μὲν συλλήψῃ μοι ταῦτα σπουδάζοντι, ὅπως δὲ στρατιώτας πέμποις ὥστε με ἀμύνεσθαι τοὺς ἐπιόντας ἱκανῶς ἔχειν.” Ταύτην βασιλεὺς ἄσμενος λαβὼν τὴν ἐπιστολὴν Εὐλόγιον πρεσβευτὴν ἔπεμψε καὶ γράμματα ἔγραψεν, ἐπαινῶν τὸν Γώδαν τῆς τε ξυνέσεως καὶ τῆς ἐς τὴν δικαιοσύνην προθυμίας, ξυμμαχίαν τε ἐπαγγελλόμενος καὶ στρατιώτας καὶ στρατηγόν, ὃς αὐτῷ ξυμφυλάξαι τε τὴν νῆσον οἷός τε εἴη καὶ τὰ ἄλλα ξυλλήψεσθαι, ὥστε αὐτῷ δύσκολον μηδὲν πρὸς Βανδίλων ξυμβῆναι. Εὐλόγιος δὲ ἀφικόμενος εἰς Σαρδὼ εὕρισκε Γώδαν ὄνομά τε καὶ σχῆμα βασιλέως περιβαλλόμενον καὶ δορυφόρους προσποιησάμενον. ὃς ἐπειδὴ τὴν βασιλέως ἐπιστολὴν ἀνελέξατο, στρατιώτας μὲν ἔφη ἐς ξυμμαχίαν ἐλθεῖν βουλομένῳ εἶναι, ἄρχοντος δὲ οὐ πάνυ χρῄζειν. κατὰ ταῦτά τε πρὸς βασιλέα γράψας τὸν Εὐλόγιον ἀπεπέμψατο.