Ancient Greek · ~6 min
10.20 to 10.28
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 10.20-28
Not analysed yet
ἐπεὶ δὲ ἀναβεβήκεσαν ἅπαντες τῆς τε νυκτὸς τὸ τεταρτημόριον ἔτι ἐλείπετο, χωροῦσιν ἐπὶ τὸ τεῖχος· καὶ πύργων δύο τοὺς φύλακας, οὐδέν τι αἰσθανομένους τοῦ κακοῦ, κτείνουσιν ἀμφὶ τὰ πρὸς βορρᾶν τοῦ περιβόλου, ἔνθα Βελισάριος ξὺν τῷ Βέσσᾳ καὶ Φωτίῳ εἱστήκει, καραδοκῶν τὰ πρασσόμενα. καὶ οἱ μὲν τὸ στράτευμα ἐπὶ τὸ τεῖχος ταῖς σάλπιγξιν ἐκάλουν, Βελισάριος δὲ τῷ περιβόλῳ τὰς κλίμακας ἐρείσας τοὺς στρατιώτας ἐνθένδε ἀναβαίνειν ἐκέλευε. τῶν δὲ κλιμάκων οὐδεμίαν διήκειν ἄχρι ἐς τὰς ἐπάλξεις ξυνέβαινεν. ἅτε γὰρ αὐτὰς οὐκ ἐκ τοῦ ἐμφανοῦς οἱ τεχνῖται ποιούμενοι μέτρου τοῦ καθήκοντος οὐχ οἷοί τε ἐξικνεῖσθαι ἐγένοντο. διόπερ δύο ἐς ἀλλήλας ξυνδέοντες καὶ ἐπ’ ἀμφοῖν ἀναβαίνοντες οὕτω δὴ τῶν ἐπάλξεων καθυπέρτεροι οἱ στρατιῶται ἐγένοντο. ταῦτα μὲν οὖν Βελισαρίῳ ἐφέρετο τῇδε. Ἐς δὲ τὰ πρὸς θάλασσαν τοῦ περιβόλου, ἔνθα οὐχ οἱ βάρβαροι, ἀλλὰ Ἰουδαῖοι φυλακὴν εἶχον, οὔτε ταῖς κλίμαξι χρῆσθαι οὔτε ἀναβαίνειν ἐς τὸ τεῖχος οἱ στρατιῶται ἐδύναντο. οἱ γὰρ Ἰουδαῖοι τοῖς πολεμίοις ἤδη προσκεκρουκότες, ἐμπόδιοί τε γεγενημένοι ὅπως μὴ τὴν πόλιν ἀμαχητὶ ἕλωσι, καὶ ἀπ’ αὐτοῦ ἐλπίδα οὐδεμίαν ἢν ὑπ’ αὐτοῖς ὦσιν ἔχοντες, καρτερῶς τε, καίπερ αὐτοῖς τῆς πόλεως ἤδη ἁλούσης, ἐμάχοντο καὶ τῇ τῶν ἐναντίων προσβολῇ παρὰ δόξαν ἀντεῖχον. ἐπεὶ δὲ ἡμέρα ἐγένετο καὶ τῶν ἀναβεβηκότων τινὲς ἐπ’ αὐτοὺς ᾔεσαν, οὕτω δὴ καὶ αὐτοὶ ὄπισθεν βαλλόμενοι ἔφευγον, καὶ κατὰ κράτος Νεάπολις ἥλω. καὶ τῶν πυλῶν ἤδη ἀνακεκλιμένων ἅπας ὁ Ῥωμαίων στρατὸς εἰσῄει. ὅσοι δὲ ἀμφὶ πύλας ἐτετάχατο τὰς πρὸς ἀνίσχοντα ἥλιον τετραμμένας, ἐπεὶ κλίμακες σφίσι παροῦσαι οὐδαμῆ ἔτυχον, ταύτας δὴ τὰς πύλας ἀφυλάκτους παντάπασιν οὔσας ἔκαυσαν. ἔρημον γὰρ ἀνδρῶν τὸ ἐκείνῃ τεῖχος, ἅτε τῶν φυλάκων δρασμῷ χρησαμένων,