Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 10.29
Not analysed yet
ἐγένετο. φόνος τε ἐνταῦθα πολὺς ἐγεγόνει. θυμῷ γὰρ ἐχόμενοι ἅπαντες, ἄλλως τε καὶ ὅσοις ἀδελφόν τινα ἣ ξυγγενῆ ἀποθανεῖν τειχομαχοῦντα τετύχηκε, τὸν ἐν ποσὶν ἀεί, οὐδεμιᾶς ἡλικίας φειδόμενοι, ἔκτεινον, ἔς τε τὰς οἰκίας ἐσβάλλοντες παῖδας μὲν καὶ γυναῖκας ἠνδραπόδισαν, τὰ δὲ χρήματα ἐληίσαντο, καὶ πάντων μάλιστα οἱ Μασσαγέται, οἳ οὐδὲ τῶν ἱερῶν ἀπεχόμενοι πολλοὺς τῶν ἐς αὐτὰ φυγόντων ἀνεῖλον, ἕως Βελισάριος πανταχόσε περιιὼν διεκώλυσέ τε καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε·